Χορός
δέσποιν᾽, ὅσον σοι ῥᾳδίως παρίσταται,
τοσόνδε πείθου τῇδε συμβῆναι λόγοις.
Ἑρμιόνη
τί σεμνομυθεῖς κἀς ἀγῶν᾽ ἔρχῃ λόγων,
235ὡς δὴ σὺ σώφρων, τἀμὰ δ᾽ οὐχὶ σώφρονα;
Ἀνδρομάχη
οὔκουν ἐφ᾽ οἷς γε νῦν καθέστηκας λόγοις;
Ἑρμιόνη
ὁ νοῦς ὁ σός μοι μὴ ξυνοικοίη, γύναι.
Ἀνδρομάχη
νέα πέφυκας καὶ λέγεις αἰσχρῶν πέρι.
Ἑρμιόνη
σὺ δ᾽ οὐ λέγεις γε, δρᾷς δέ μ᾽ εἰς ὅσον δύνᾳ.
Ἀνδρομάχη
240οὐκ αὖ σιωπῇ Κύπριδος ἀλγήσεις πέρι;
Ἑρμιόνη
τί δ᾽; οὐ γυναιξὶ ταῦτα πρῶτα πανταχοῦ;
Ἀνδρομάχη
< >
Ἑρμιόνη
< >
Ἀνδρομάχη
καλῶς γε χρωμέναισιν: εἰ δὲ μή, οὐ καλά.
Ἑρμιόνη
οὐ βαρβάρων νόμοισιν οἰκοῦμεν πόλιν.
Ἀνδρομάχη
κἀκεῖ τά γ᾽ αἰσχρὰ κἀνθάδ᾽ αἰσχύνην ἔχει.
Ἑρμιόνη
245σοφὴ σοφὴ σύ: κατθανεῖν δ᾽ ὅμως σε δεῖ.
Ἀνδρομάχη
ὁρᾷς ἄγαλμα Θέτιδος εἰς σ᾽ ἀποβλέπον;
Ἑρμιόνη
μισοῦν γε πατρίδα σὴν Ἀχιλλέως φόνῳ.
Ἀνδρομάχη
Ἑλένη νιν ὤλεσ᾽, οὐκ ἐγώ, μήτηρ γε σή.
Ἑρμιόνη
ἦ καὶ πρόσω γὰρ τῶν ἐμῶν ψαύσεις κακῶν;
Ἀνδρομάχη
250ἰδοὺ σιωπῶ κἀπιλάζυμαι στόμα.
Ἑρμιόνη
ἐκεῖνο λέξον, οὗπερ εἵνεκ᾽ ἐστάλην.
Ἀνδρομάχη
λέγω σ᾽ ἐγὼ νοῦν οὐκ ἔχειν ὅσον σε δεῖ.
Ἑρμιόνη
λείψεις τόδ᾽ ἁγνὸν τέμενος ἐναλίας θεοῦ;
Ἀνδρομάχη
εἰ μὴ θανοῦμαί γ᾽: εἰ δὲ μή, οὐ λείψω ποτέ.
Ἑρμιόνη
255ὡς τοῦτ᾽ ἄραρε, κοὐ μενῶ πόσιν μολεῖν.
Ἀνδρομάχη
ἀλλ᾽ οὐδ᾽ ἐγὼ μὴν πρόσθεν ἐκδώσω μέ σοι.
Ἑρμιόνη
πῦρ σοι προσοίσω, κοὐ τὸ σὸν προσκέψομαι.
Ἀνδρομάχη
σὺ δ᾽ οὖν κάταιθε: θεοὶ γὰρ εἴσονται τάδε.
Ἑρμιόνη
καὶ χρωτὶ δεινῶν τραυμάτων ἀλγηδόνας.
Ἀνδρομάχη
260σφάζ᾽, αἱμάτου θεᾶς βωμόν, ἣ μέτεισί σε.
Ἑρμιόνη
ὦ βάρβαρον σὺ θρέμμα καὶ σκληρὸν θράσος,
ἐγκαρτερεῖς δὴ θάνατον; ἀλλ᾽ ἐγώ σ᾽ ἕδρας
ἐκ τῆσδ᾽ ἑκοῦσαν ἐξαναστήσω τάχα:
τοιόνδ᾽ ἔχω σου δέλεαρ. ἀλλὰ γὰρ λόγους
265κρύψω, τὸ δ᾽ ἔργον αὐτὸ σημανεῖ τάχα.
κάθησ᾽ ἑδραία: καὶ γὰρ εἰ πέριξ σ᾽ ἔχοι
τηκτὸς μόλυβδος, ἐξαναστήσω σ᾽ ἐγὼ
πρὶν ᾧ πέποιθας παῖδ᾽ Ἀχιλλέως μολεῖν.
Ἀνδρομάχη
πέποιθα. δεινὸν δ᾽ ἑρπετῶν μὲν ἀγρίων
270ἄκη βροτοῖσι θεῶν καταστῆσαί τινα:
ὃ δ᾽ ἔστ᾽ ἐχίδνης καὶ πυρὸς περαιτέρω
οὐδεὶς γυναικὸς φάρμακ᾽ ἐξηύρηκέ πω
[κακῆς: τοσοῦτόν ἐσμεν ἀνθρώποις κακόν].
Click on a word to bring up parses, dictionary entries, and frequency statistics