Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Πηλεύς
ὦ γάμος, ὦ γάμος, ὃς τάδε δώματα
καὶ πόλιν ὤλεσας ὤλεσας ἁμάν.
αἰαῖ, ἒ ἒ, ὦ παῖ:
†μήποτε σῶν λεχέων τὸ δυσώνυμον
1190ὤφελ᾽ ἐμὸν γένος εἰς τέκνα καὶ δόμον ἀμφιβαλέσθαι
Ἑρμιόνας Ἀίδαν ἐπὶ σοί, τέκνον,†
ἀλλὰ κεραυνῷ πρόσθεν ὀλέσθαι:
μηδ᾽ ἐπὶ τοξοσύνᾳ φονίῳ πατρὸς
1195αἷμα τὸ διογενές ποτε Φοῖβον
βροτὸς εἰς θεὸν ἀνάψαι.