Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
ἐπεί σοι πολύθυτος ἀεὶ
τιμὰ κραίνεται, οὐδὲ λά-
θει μηνῶν φθινὰς ἁμέρα,
780νέων τ᾽ ἀοιδαὶ χορῶν τε μολπαί.
ἀνεμόεντι δ᾽ ἐπ᾽ ὄχθῳ
ὀλολύγματα παννυχίοις ὑπὸ παρ-
θένων ἰαχεῖ ποδῶν κρότοισιν.