Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
δεινὸν μὲν πόλιν ὡς Μυκή-
760νας εὐδαίμονα καὶ δορὸς
πολυαίνετον ἀλκᾷ
μῆνιν ἐμᾷ χθονὶ κεύ-
θειν: κακὰ δ᾽, ὦ πόλις, εἰ ξένους
ἱκτῆρας παραδώσομεν
765κελεύσμασιν Ἄργους.
Ζεύς μοι σύμμαχος, οὐ φοβοῦ-
μαι, Ζεύς μοι χάριν ἐνδίκως
ἔχει: οὔποτε θνατῶν
ἥσσους <δαίμονες> ἔκ γ᾽ ἐμοῦ φανοῦνται.