previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἰάσων
ἥκω κελευσθείς: καὶ γὰρ οὖσα δυσμενὴς
οὔ τἂν ἁμάρτοις τοῦδέ γ᾽, ἀλλ᾽ ἀκούσομαι:
τί χρῆμα βούλῃ καινὸν ἐξ ἐμοῦ, γύναι;

Μήδεια
Ἰᾶσον, αἰτοῦμαί σε τῶν εἰρημένων
870συγγνώμον᾽ εἶναι: τὰς δ᾽ ἐμὰς ὀργὰς φέρειν
εἰκός σ᾽, ἐπεὶ νῷν πόλλ᾽ ὑπείργασται φίλα.
ἐγὼ δ᾽ ἐμαυτῇ διὰ λόγων ἀφικόμην
κἀλοιδόρησα: Σχετλία, τί μαίνομαι
καὶ δυσμεναίνω τοῖσι βουλεύουσιν εὖ,
875ἐχθρὰ δὲ γαίας κοιράνοις καθίσταμαι
πόσει θ᾽, ὃς ἡμῖν δρᾷ τὰ συμφορώτατα,
γήμας τύραννον καὶ κασιγνήτους τέκνοις
ἐμοῖς φυτεύων; οὐκ ἀπαλλαχθήσομαι
θυμοῦτί πάσχω; — θεῶν ποριζόντων καλῶς;
880οὐκ εἰσὶ μέν μοι παῖδες, οἶδα δὲ χθόνα
φεύγοντας ἡμᾶς καὶ σπανίζοντας φίλων;
ταῦτ᾽ ἐννοηθεῖσ᾽ ᾐσθόμην ἀβουλίαν
πολλὴν ἔχουσα καὶ μάτην θυμουμένη.
νῦν οὖν ἐπαινῶ σωφρονεῖν τέ μοι δοκεῖς
885κῆδος τόδ᾽ ἡμῖν προσλαβών, ἐγὼ δ᾽ ἄφρων,
χρῆν μετεῖναι τῶνδε τῶν βουλευμάτων
καὶ ξυμπεραίνειν καὶ παρεστάναι λέχει
νύμφῃ τε κηδεύουσαν ἥδεσθαι σέθεν.
ἀλλ᾽ ἐσμὲν οἷόν ἐσμεν, οὐκ ἐρῶ κακόν,
890γυναῖκες: οὔκουν χρῆν σ᾽ ὁμοιοῦσθαι φύσιν,
οὐδ᾽ ἀντιτείνειν νήπι᾽ ἀντὶ νηπίων.
παριέμεσθα, καί φαμεν κακῶς φρονεῖν
τότ᾽, ἀλλ᾽ ἄμεινον νῦν βεβούλευμαι τάδε.

τέκνα τέκνα, δεῦρο, λείπετε στέγας,
895ἐξέλθετ᾽, ἀσπάσασθε καὶ προσείπατε
πατέρα μεθ᾽ ἡμῶν καὶ διαλλάχθηθ᾽ ἅμα
τῆς πρόσθεν ἔχθρας ἐς φίλους μητρὸς μέτα:
σπονδαὶ γὰρ ἡμῖν καὶ μεθέστηκεν χόλος.
λάβεσθε χειρὸς δεξιᾶς: οἴμοι, κακῶν
900ὡς ἐννοοῦμαι δή τι τῶν κεκρυμμένων.
ἆρ᾽, τέκν᾽, οὕτω καὶ πολὺν ζῶντες χρόνον
φίλην ὀρέξετ᾽ ὠλένην; τάλαιν᾽ ἐγώ,
ὡς ἀρτίδακρύς εἰμι καὶ φόβου πλέα.
χρόνῳ δὲ νεῖκος πατρὸς ἐξαιρουμένη
905ὄψιν τέρειναν τήνδ᾽ ἔπλησα δακρύων.

Χορός
κἀμοὶ κατ᾽ ὄσσων χλωρὸν ὡρμήθη δάκρυ:
καὶ μὴ προβαίη μεῖζον τὸ νῦν κακόν.

load focus English (David Kovacs)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: