Αἰγεύς
τί γὰρ σὸν ὄμμα χρώς τε συντέτηχ᾽ ὅδε;
Μήδεια
690Αἰγεῦ, κάκιστός ἐστί μοι πάντων πόσις.
Αἰγεύς
τί φῄς; σαφῶς μοι σὰς φράσον δυσθυμίας.
Μήδεια
ἀδικεῖ μ᾽ Ἰάσων οὐδὲν ἐξ ἐμοῦ παθών.
Αἰγεύς
τί χρῆμα δράσας; φράζε μοι σαφέστερον.
Μήδεια
γυναῖκ᾽ ἐφ᾽ ἡμῖν δεσπότιν δόμων ἔχει.
Αἰγεύς
695οὔ που τετόλμηκ᾽ ἔργον αἴσχιστον τόδε;
Μήδεια
σάφ᾽ ἴσθ᾽: ἄτιμοι δ᾽ ἐσμὲν οἱ πρὸ τοῦ φίλοι.
Αἰγεύς
πότερον ἐρασθεὶς ἢ σὸν ἐχθαίρων λέχος;
Μήδεια
μέγαν γ᾽ ἔρωτα: πιστὸς οὐκ ἔφυ φίλοις.
Αἰγεύς
ἴτω νυν, εἴπερ, ὡς λέγεις, ἐστὶν κακός.
Μήδεια
700ἀνδρῶν τυράννων κῆδος ἠράσθη λαβεῖν.
Αἰγεύς
δίδωσι δ᾽ αὐτῷ τίς; πέραινέ μοι λόγον.
Μήδεια
Κρέων, ὃς ἄρχει τῆσδε γῆς Κορινθίας.
Αἰγεύς
συγγνωστὰ μέντἄρ᾽ ἦν σε λυπεῖσθαι, γύναι.
Μήδεια
ὄλωλα: καὶ πρός γ᾽ ἐξελαύνομαι χθονός.
Αἰγεύς
705πρὸς τοῦ; τόδ᾽ ἄλλο καινὸν αὖ λέγεις κακόν.
Μήδεια
Κρέων μ᾽ ἐλαύνει φυγάδα γῆς Κορινθίας.
Αἰγεύς
ἐᾷ δ᾽ Ἰάσων; οὐδὲ ταῦτ᾽ ἐπῄνεσα.
Μήδεια
λόγῳ μὲν οὐχί, καρτερεῖν δὲ βούλεται.
ἀλλ᾽ ἄντομαί σε τῆσδε πρὸς γενειάδος
710γονάτων τε τῶν σῶν ἱκεσία τε γίγνομαι,
οἴκτιρον οἴκτιρόν με τὴν δυσδαίμονα
καὶ μή μ᾽ ἔρημον ἐκπεσοῦσαν εἰσίδῃς,
δέξαι δὲ χώρᾳ καὶ δόμοις ἐφέστιον.
οὕτως ἔρως σοὶ πρὸς θεῶν τελεσφόρος
715γένοιτο παίδων καὐτὸς ὄλβιος θάνοις.
εὕρημα δ᾽ οὐκ οἶσθ᾽ οἷον ηὕρηκας τόδε:
παύσω γέ σ᾽ ὄντ᾽ ἄπαιδα καὶ παίδων γονὰς
σπεῖραί σε θήσω: τοιάδ᾽ οἶδα φάρμακα.
Αἰγεύς
πολλῶν ἕκατι τήνδε σοι δοῦναι χάριν,
720γύναι, πρόθυμός εἰμι, πρῶτα μὲν θεῶν,
ἔπειτα παίδων ὧν ἐπαγγέλλῃ γονάς:
ἐς τοῦτο γὰρ δὴ φροῦδός εἰμι πᾶς ἐγώ.
οὕτω δ᾽ ἔχει μοι: σοῦ μὲν ἐλθούσης χθόνα,
πειράσομαί σου προξενεῖν δίκαιος ὤν.
725τοσόνδε μέντοι σοι προσημαίνω, γύναι:
ἐκ τῆσδε μὲν γῆς οὔ σ᾽ ἄγειν βουλήσομαι,
αὐτὴ δ᾽ ἐάνπερ εἰς ἐμοὺς ἔλθῃς δόμους,
μενεῖς ἄσυλος κοὔ σε μὴ μεθῶ τινι.
ἐκ τῆσδε δ᾽ αὐτὴ γῆς ἀπαλλάσσου πόδα:
730ἀναίτιος γὰρ καὶ ξένοις εἶναι θέλω.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics