Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
στέργοι δέ με σωφροσύνα, δώρημα κάλλιστον θεῶν:
μηδέ ποτ᾽ ἀμφιλόγους ὀργὰς ἀκόρεστά τε νείκη
640θυμὸν ἐκπλήξασ᾽ ἑτέροις ἐπὶ λέκτροις
προσβάλοι δεινὰ Κύπρις, ἀπτολέμους δ᾽
εὐνὰς σεβίζουσ᾽ ὀξύφρων
κρίνοι λέχη γυναικῶν.