Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
μοῦσαι δὲ παλαιγενέων λήξουσ᾽ ἀοιδῶν
τὰν ἐμὰν ὑμνεῦσαι ἀπιστοσύναν.
οὐ γὰρ ἐν ἁμετέρᾳ γνώμᾳ λύρας
425ὤπασε θέσπιν ἀοιδὰν
Φοῖβος ἁγήτωρ μελέων: ἐπεὶ ἀντάχησ᾽ ἂν ὕμνον
ἀρσένων γέννᾳ. μακρὸς δ᾽ αἰὼν ἔχει
πολλὰ μὲν ἁμετέραν
430ἀνδρῶν τε μοῖραν εἰπεῖν.