previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Μήδεια
μή, πρός σε γονάτων τῆς τε νεογάμου κόρης.

Κρέων
325λόγους ἀναλοῖς: οὐ γὰρ ἂν πείσαις ποτέ.

Μήδεια
ἀλλ᾽ ἐξελᾷς με κοὐδὲν αἰδέσῃ λιτάς;

Κρέων
φιλῶ γὰρ οὐ σὲ μᾶλλον δόμους ἐμούς.

Μήδεια
πατρίς, ὥς σου κάρτα νῦν μνείαν ἔχω.

Κρέων
πλὴν γὰρ τέκνων ἔμοιγε φίλτατον πολύ.

Μήδεια
330φεῦ φεῦ, βροτοῖς ἔρωτες ὡς κακὸν μέγα.

Κρέων
ὅπως ἄν, οἶμαι, καὶ παραστῶσιν τύχαι.

Μήδεια
Ζεῦ, μὴ λάθοι σε τῶνδ᾽ ὃς αἴτιος κακῶν.

Κρέων
ἕρπ᾽, ματαία, καί μ᾽ ἀπάλλαξον πόνων.

Μήδεια
πονοῦμεν ἡμεῖς κοὐ πόνων κεχρήμεθα.

Κρέων
335τάχ᾽ ἐξ ὀπαδῶν χειρὸς ὠσθήσῃ βίᾳ.

Μήδεια
μὴ δῆτα τοῦτό γ᾽, ἀλλά σ᾽ ἄντομαι, Κρέον.

Κρέων
ὄχλον παρέξεις, ὡς ἔοικας, γύναι.

Μήδεια
φευξούμεθ᾽: οὐ τοῦθ᾽ ἱκέτευσα σοῦ τυχεῖν.

Κρέων
τί δαὶ βιάζῃ κοὐκ ἀπαλλάσσῃ χερός;

Μήδεια
340μίαν με μεῖναι τήνδ᾽ ἔασον ἡμέραν
καὶ ξυμπερᾶναι φροντίδ᾽ φευξούμεθα,
παισίν τ᾽ ἀφορμὴν τοῖς ἐμοῖς, ἐπεὶ πατὴρ
οὐδὲν προτιμᾷ, μηχανήσασθαί τινα.
οἴκτιρε δ᾽ αὐτούς: καὶ σύ τοι παίδων πατὴρ
345πέφυκας: εἰκὸς δέ σφιν εὔνοιάν σ᾽ ἔχειν.
τοὐμοῦ γὰρ οὔ μοι φροντίς, εἰ φευξούμεθα,
κείνους δὲ κλαίω συμφορᾷ κεχρημένους.

Κρέων
ἥκιστα τοὐμὸν λῆμ᾽ ἔφυ τυραννικόν,
αἰδούμενος δὲ πολλὰ δὴ διέφθορα:
350καὶ νῦν ὁρῶ μὲν ἐξαμαρτάνων, γύναι,
ὅμως δὲ τεύξῃ τοῦδε. προυννέπω δέ σοι,
εἴ σ᾽ 'πιοῦσα λαμπὰς ὄψεται θεοῦ
καὶ παῖδας ἐντὸς τῆσδε τερμόνων χθονός,
θανῇ: λέλεκται μῦθος ἀψευδὴς ὅδε.
355νῦν δ᾽, εἰ μένειν δεῖ, μίμν᾽ ἐφ᾽ ἡμέραν μίαν:
οὐ γάρ τι δράσεις δεινὸν ὧν φόβος μ᾽ ἔχει.

load focus English (David Kovacs)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: