previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἰάσων
γυναῖκες, αἳ τῆσδ᾽ ἐγγὺς ἕστατε στέγης,
ἆρ᾽ ἐν δόμοισιν τὰ δείν᾽ εἰργασμένη
1295Μήδεια τοισίδ᾽ μεθέστηκεν φυγῇ;
δεῖ γάρ νιν ἤτοι γῆς γε κρυφθῆναι κάτω
πτηνὸν ἆραι σῶμ᾽ ἐς αἰθέρος βάθος,
εἰ μὴ τυράννων δώμασιν δώσει δίκην.
πέποιθ᾽ ἀποκτείνασα κοιράνους χθονὸς
1300ἀθῷος αὐτὴ τῶνδε φεύξεσθαι δόμων;

ἀλλ᾽ οὐ γὰρ αὐτῆς φροντίδ᾽ ὡς τέκνων ἔχω:
κείνην μὲν οὓς ἔδρασεν ἔρξουσιν κακῶς,
ἐμῶν δὲ παίδων ἦλθον ἐκσώσων βίον,
μή μοί τι δράσωσ᾽ οἱ προσήκοντες γένει,
1305μητρῷον ἐκπράσσοντες ἀνόσιον φόνον.

Χορός
τλῆμον, οὐκ οἶσθ᾽ οἷ κακῶν ἐλήλυθας,
Ἰᾶσον: οὐ γὰρ τούσδ᾽ ἂν ἐφθέγξω λόγους.

Ἰάσων
τί δ᾽ ἔστιν; οὔ που κἄμ᾽ ἀποκτεῖναι θέλει;

Χορός
παῖδες τεθνᾶσι χειρὶ μητρῴᾳ σέθεν.

Ἰάσων
1310οἴμοι, τί λέξεις; ὥς μ᾽ ἀπώλεσας, γύναι.

Χορός
ὡς οὐκέτ᾽ ὄντων σῶν τέκνων φρόντιζε δή.

Ἰάσων
ποῦ γάρ νιν ἔκτειν᾽; ἐντὸς 'ξωθεν δόμων;

Χορός
πύλας ἀνοίξας σῶν τέκνων ὄψῃ φόνον.

Ἰάσων
χαλᾶτε κλῇδας ὡς τάχιστα, πρόσπολοι,
1315ἐκλύεθ᾽ ἁρμούς, ὡς ἴδω διπλοῦν κακόν,
τοὺς μὲν θανόντας, τὴν δὲ <δράσασαν τάδε,
φόνου τε παίδων τῶνδε>1 τείσωμαι δίκην.

Μήδεια
τί τάσδε κινεῖς κἀναμοχλεύεις πύλας,
νεκροὺς ἐρευνῶν κἀμὲ τὴν εἰργασμένην;
παῦσαι πόνου τοῦδ᾽. εἰ δ᾽ ἐμοῦ χρείαν ἔχεις,
1320λέγ᾽ εἴ τι βούλῃ, χειρὶ δ᾽ οὐ ψαύσεις ποτέ:
τοιόνδ᾽ ὄχημα πατρὸς Ἥλιος πατὴρ
δίδωσιν ἡμῖν, ἔρυμα πολεμίας χερός.

load focus English (David Kovacs)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: