Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
μάταν μόχθος ἔρρει τέκνων,
μάταν ἄρα γένος φίλιον ἔτεκες, ὦ
κυανεᾶν λιποῦσα Συμπληγάδων
πετρᾶν ἀξενωτάταν ἐσβολάν.
1265δειλαία, τί σοι φρενοβαρὴς
χόλος προσπίτνει καὶ ζαμενὴς <φόνου>
φόνος ἀμείβεται;
χαλεπὰ γὰρ βροτοῖς ὁμογενῆ μιά-
σματ᾽, ἕπεται δ᾽ ἅμ᾽ αὐτοφόνταις ξυνῳ-
1270δὰ θεόθεν πίτνοντ᾽ ἐπὶ δόμοις ἄχη.
<Παῖς>
(ἔσωθεν)
ἰώ μοι.