Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
ὦ πολυξείνου καὶ ἐλευθέρου ἀνδρὸς ἀεί ποτ᾽ οἶκος,
570σέ τοι καὶ ὁ Πύθιος εὐλύρας Ἀπόλλων
ἠξίωσε ναίειν,
ἔτλα δὲ σοῖσι μηλονόμας
ἐν νομοῖς γενέσθαι,
575δοχμιᾶν διὰ κλειτύων
βοσκήμασι σοῖσι συρίζων
ποιμνίτας ὑμεναίους.