Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
455εἴθ᾽ ἐπ᾽ ἐμοὶ μὲν εἴη,
δυναίμαν δέ σε πέμ-
ψαι φάος ἐξ Ἀΐδα τεράμνων
Κωκυτοῦ τε ῥεέθρων
ποταμίᾳ νερτέρᾳ τε κώπᾳ.
460σὺ γάρ, ὦ μόνα ὦ φίλα γυναικῶν,
σὺ τὸν αὑτᾶς ἔτλας
πόσιν ἀντὶ σᾶς ἀμεῖψαι
ψυχᾶς ἐξ Ἅιδα. κούφα σοι
χθὼν ἐπάνωθε πέσοι, γύναι. εἰ δέ τι
καινὸν ἕλοιτο πόσις λέχος, ἦ μάλ᾽ ἂν
465ἔμοιγ᾽ ἂν εἴη στυγη-
θεὶς τέκνοις τε τοῖς σοῖς.