previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἄδμητος
καὶ δὴ προτείνω, Γοργόν᾽ ὡς καρατομῶν.

Ἡρακλῆς
ἔχεις;

Ἄδμητος
ἔχω, ναί.

Ἡρακλῆς
σῷζέ νυν, καὶ τὸν Διὸς
1120φήσεις ποτ᾽ εἶναι παῖδα γενναῖον ξένον.
βλέψον πρὸς αὐτήν, εἴ τι σῇ δοκεῖ πρέπειν
γυναικί: λύπης δ᾽ εὐτυχῶν μεθίστασο.

Ἄδμητος
θεοί, τί λέξω; θαῦμ᾽ ἀνέλπιστον τόδε:
γυναῖκα λεύσσω τήνδ᾽ ἐμὴν ἐτητύμως,
1125 κέρτομός μ᾽ ἐκ θεοῦ τις ἐκπλήσσει χαρά;

Ἡρακλῆς
οὐκ ἔστιν ἄλλη: τήνδ᾽ ὁρᾷς δάμαρτα σήν.

Ἄδμητος
ὅρα δὲ μή τι φάσμα νερτέρων τόδ᾽ .

Ἡρακλῆς
οὐ ψυχαγωγὸν τόνδ᾽ ἐποιήσω ξένον.

Ἄδμητος
ἀλλ᾽ ἣν ἔθαπτον εἰσορῶ δάμαρτ᾽ ἐμήν;

Ἡρακλῆς
1130σάφ᾽ ἴσθ᾽: ἀπιστεῖν δ᾽ οὔ σε θαυμάζω τύχῃ.

Ἄδμητος
θίγω, προσείπω ζῶσαν ὡς δάμαρτ᾽ ἐμήν;

Ἡρακλῆς
πρόσειπ᾽: ἔχεις γὰρ πᾶν ὅσονπερ ἤθελες.

Ἄδμητος
φιλτάτης γυναικὸς ὄμμα καὶ δέμας,
ἔχω σ᾽ ἀέλπτως, οὔποτ᾽ ὄψεσθαι δοκῶν.

Ἡρακλῆς
1135ἔχεις: φθόνος δὲ μὴ γένοιτό τις θεῶν.

Ἄδμητος
τοῦ μεγίστου Ζηνὸς εὐγενὲς τέκνον,
εὐδαιμονοίης καί σ᾽ φιτύσας πατὴρ
σῴζοι: σὺ γὰρ δὴ τἄμ᾽ ἀνώρθωσας μόνος.
πῶς τήνδ᾽ ἔπεμψας νέρθεν ἐς φάος τόδε;

Ἡρακλῆς
1140μάχην συνάψας δαιμόνων τῷ κυρίῳ.

Ἄδμητος
ποῦ τόνδε Θανάτῳ φῂς ἀγῶνα συμβαλεῖν;

Ἡρακλῆς
τύμβον παρ᾽ αὐτόν, ἐκ λόχου μάρψας χεροῖν.

Ἄδμητος
τί γάρ ποθ᾽ ἥδ᾽ ἄναυδος ἕστηκεν γυνή;

Ἡρακλῆς
οὔπω θέμις σοι τῆσδε προσφωνημάτων
1145κλύειν, πρὶν ἂν θεοῖσι τοῖσι νερτέροις
ἀφαγνίσηται καὶ τρίτον μόλῃ φάος.
ἀλλ᾽ εἴσαγ᾽ εἴσω τήνδε: καὶ δίκαιος ὢν
τὸ λοιπόν, Ἄδμητ᾽, εὐσέβει περὶ ξένους.
καὶ χαῖρ᾽: ἐγὼ δὲ τὸν προκείμενον πόνον
1150Σθενέλου τυράννῳ παιδὶ πορσυνῶ μολών.

Ἄδμητος
μεῖνον παρ᾽ ἡμῖν καὶ ξυνέστιος γενοῦ.

Ἡρακλῆς
αὖθις τόδ᾽ ἔσται, νῦν δ᾽ ἐπείγεσθαί με δεῖ.

Ἄδμητος
ἀλλ᾽ εὐτυχοίης, νόστιμον δ᾽ ἔλθοις δρόμον.
ἀστοῖς δὲ πάσῃ τ᾽ ἐννέπω τετραρχίᾳ
1155χοροὺς ἐπ᾽ ἐσθλαῖς συμφοραῖσιν ἱστάναι
βωμούς τε κνισᾶν βουθύτοισι προστροπαῖς.
νῦν γὰρ μεθηρμόσμεσθα βελτίω βίον
τοῦ πρόσθεν: οὐ γὰρ εὐτυχῶν ἀρνήσομαι.

load focus English (David Kovacs, 1994)
hide References (3 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Friedrich Blass, Ausführliche Grammatik der Griechischen Sprache, A. Vokale.
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: