previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

νομεῖς Βάττος καὶ Κορύδων

Βάττος

εἰπέ μοι Κορύδων, τίνος αἱ βόες; ῥα Φιλώνδα;

Κορύδων

οὔκ, ἀλλ᾽ Αἴγωνος: βόσκειν δέ μοι αὐτὰς ἔδωκεν.

Βάττος

πᾴ ψε κρύβδαν τὰ ποθέσπερα πάσας ἀμέλγεις;

Κορύδων

ἀλλ᾽ γέρων ὑφίητι τὰ μοσχία κἠμὲ φυλάσσει.

Βάττος

5αὐτὸς δ᾽ ἐς τίν᾽ ἄφαντος βουκόλος ᾤχετο χώραν;

Κορύδων

οὐκ ἄκουσας; ἄγων νιν ἐπ᾽ ᾿Αλφεὸν ᾤχετο Μίλων.

Βάττος

καὶ πόκα τῆνος ἔλαιον ἐν ὀφθαλμοῖσιν ὀπώπει;

Κορύδων

φαντί νιν ῾Ηρακλῆι βίην καὶ κάρτος ἐρίσδειν.

Βάττος

κἤμ᾽ ἔφαθ᾽ μάτηρ Πολυδεύκεος εἶμεν ἀμείνω.

Κορύδων

10κᾤχετ᾽ ἔχων σκαπάναν τε καὶ εἴκατι τουτόθε μᾶλα.

Βάττος

πείσαι τοι Μίλων καὶ τὼς λύκος αὐτίκα λυσσῆν.

Κορύδων

ταὶ δαμάλαι δ᾽ αὐτὸν μυκώμεναι αἵδε ποθεῦντι.

Βάττος

δειλαῖαί γ᾽ αὗται: τὸν βουκόλον ὡς κακὸν εὗρον.

Κορύδων

μὰν δειλαῖαί γε, καὶ οὐκέτι λῶντι νέμεσθαι.

Βάττος

15τήνας μὲν δή τοι τᾶς πόρτιος αὐτὰ λέλειπται
τὠστία. μὴ πρῶκας σιτίζεται ὥσπερ τέττιξ;

Κορύδων

οὐ Δᾶν, ἀλλ᾽ ὁκὰ μέν νιν ἐπ᾽ Αἰσάροιο νομεύω
καὶ μαλακῶ χόρτοιο καλὰν κώμυθα δίδωμι,
ἄλλοκα δὲ σκαίρει τὸ βαθύσκιον ἀμφὶ Λάτυμνον.

Βάττος

20λεπτὸς μὰν χὡ ταῦρος πυρρίχος. εἴθε λάχοιεν
τοὶ τῶ Λαμπριάδα, τοὶ δαμόται, ὅκκα θύωντι
τᾷ ῞Ηρᾳ, τοιόνδε: κακοχράσμων γὰρ δᾶμος.

Κορύδων

καὶ μὰν ἐς Στομάλιμνον ἐλαύνεται ἔς τε τὰ Φύσκω,
καὶ ποτὶ τὸν Νήαιθον, ὅπᾳ καλὰ πάντα φύοντι,
25αἰγίπυρος καὶ κνύζα καὶ εὐώδης μελίτεια.

Βάττος

φεῦ φεῦ βασεῦνται καὶ ταὶ βόες τάλαν Αἴγων
εἰς ᾿Αίδαν, ὅκα καὶ τὺ κακᾶς ἠράσσαο νίκας,
χἁ σῦριγξ εὐρῶτι παλύνεται, ἅν ποκ᾽ ἐπάξα.

Κορύδων

οὐ τήνα γ᾽, οὐ Νύμφας, ἐπεὶ ποτὶ Πῖσαν ἀφέρπων
30δῶρον ἐμοί νιν ἔλειπεν: ἐγὼ δέ τις εἰμὶ μελικτάς,
κεὖ μὲν τὰ Γλαύκας ἀγκρούομαι, εὖ δὲ τὰ Πύρρω.
αἰνέω τάν τε Κρότωνα--καλὰ πόλις, τε Ζάκυνθοσ--
καὶ τὸ ποταῷον, τὸ Λακίνιον ᾇπερ πύκτας
Αἴγων ὀγδώκοντα μόνος κατεδαίσατο μάζας.
35τηνεῖ καὶ τὸν ταῦρον ἀπ᾽ ὤρεος ἆγε πιάξας
τᾶς ὁπλᾶς κἤδωκ᾽ ᾿Αμαρυλλίδι, ταὶ δὲ γυναῖκες
μακρὸν ἀνάυσαν, χὡ βουκόλος ἐξεγέλασσεν.

Βάττος

χαρίεσσ᾽ ᾿Αμαρυλλί, μόνας σέθεν οὐδὲ θανοίσας
λασεύμεσθ᾽: ὅσον αἶγες ἐμὶν φίλαι, ὅσσον ἀπέσβης.
40αἰαῖ τῶ σκληρῶ μάλα δαίμονος, ὅς με λελόγχει.

Κορύδων

θαρσεῖν χρὴ φίλε Βάττε: τάχ᾽ αὔριον ἔσσετ᾽ ἄμεινον.
ἐλπίδες ἐν ζωοῖσιν, ἀνέλπιστοι δὲ θανόντες.
χὡ Ζεὺς ἄλλοκα μὲν πέλει αἴθριος, ἄλλοκα δ᾽ ὕει.

Βάττος

θαρσέω. βάλλε κάτωθε τὰ μοσχία: τᾶς γὰρ ἐλαίας
45τὸν θαλλὸν τρώγοντι τὰ δύσσοα. σίτθ᾽ λέπαργος.

Κορύδων

σίτθ᾽ Κυμαίθα ποτὶ τὸν λόφον. οὐκ ἐσακούεις;
ἡξῶ ναὶ τὸν Πᾶνα κακὸν τέλος αὐτίκα δωσῶν,
εἰ μὴ ἄπει τουτῶθεν. ἴδ᾽ αὖ πάλιν ἅδε ποθέρπει.
εἴθ᾽ ἦν μοι ῥοικὸν τὸ λαγωβόλον, ὥς τυ πάταξα.

Βάττος

50θᾶσαί μ᾽ Κορύδων πὸτ τῶ Διός: γὰρ ἄκανθα
ἀρμοῖ μ᾽ ὧδ᾽ ἐπάταξ᾽ ὑπὸ τὸ σφυρόν. ὡς δὲ βαθεῖαι
τἀτρακτυλλίδες ἐντί. κακῶς πόρτις ὄλοιτο:
ἐς ταύταν ἐτύπην χασμεύμενος. ῥά γε λεύσσεις;

Κορύδων

ναὶ ναί, τοῖς ὀνύχεσσιν ἔχω τέ νιν: ἅδε καὶ αὐτά.

Βάττος

55ὁσσίχον ἐστὶ τὸ τύμμα καὶ ἁλίκον ἄνδρα δαμάζει.

Κορύδων

εἰς ὄρος ὅκχ᾽ ἕρπῃς, μὴ νήλιπος ἔρχεο Βάττε.
ἐν γὰρ ὄρει ῥάμνοί τε καὶ ἀσπάλαθοι κομέονται.

Βάττος

εἴπ᾽ ἄγε μ᾽ Κορύδων, τὸ γερόντιον ῥα διώκει,
τήναν τὰν κυάνοφρυν ἐρωτίδα, τᾶς ποκ᾽ ἐκνίσθη;

Κορύδων

60ἀκμάν γ᾽ δειλαῖε: πρόαν γε μὲν αὐτὸς ἐπενθὼν
καὶ ποτὶ τᾷ μάνδρᾳ κατελάμβανον ἆμος ἐνήργει.

Βάττος

εὖ γ᾽ ὤνθρωπε φιλοῖφα. τό τοι γένος Σατυρίσκοις
ἐγγύθεν Πάνεσσι κακοκνάμοισιν ἐρίσδεις.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (R. J. Cholmeley, M.A., 1901)
hide References (6 total)
  • Commentary references to this page (4):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 349
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO PAN
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO HERMES
    • W. Walter Merry, James Riddell, D. B. Monro, Commentary on the Odyssey (1886), 1.155
  • Cross-references to this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: