previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Διόσκουροι


῾Υμνέομεν Λήδας τε καὶ αἰγιόχου Διὸς υἱώ,
Κάστορα καὶ φοβερὸν Πολυδεύκεα πὺξ ἐρεθίζειν
χεῖρας ἐπιζεύξαντα μέσας βοέοισιν ἱμᾶσιν.
ὑμνέομεν καὶ δὶς καὶ τὸ τρίτον ἄρσενα τέκνα
5κούρης Θεστιάδος, Λακεδαιμονίους δύ᾽ ἀδελφούς,
ἀνθρώπων σωτῆρας ἐπὶ ξυροῦ ἤδη ἐόντων,
ἵππων θ᾽ αἱματόεντα ταρασσομένων καθ᾽ ὅμιλον,
νηῶν θ᾽, αἳ δύνοντα καὶ οὐρανὸν ἐξανύοντα
ἄστρα βιαζόμεναι χαλεποῖς ἐνέκυρσαν ἀήταις.
10οἱ δέ σφεων κατὰ πρύμναν ἀείραντες μέγα κῦμα,
ἠὲ καὶ ἐκ πρῴρηθεν, ὅππῃ θυμὸς ἑκάστου,
ἐς κοίλην ἔρριψαν, ἀνέρρηξαν δ᾽ ἄρα τοίχους
ἀμφοτέρους: κρέμαται δὲ σὺν ἱστίῳ ἄρμενα πάντα
εἰκῇ ἀποκλασθέντα: πολὺς δ᾽ ἐξ οὐρανοῦ ὄμβρος
15νυκτὸς ἐφερπούσης: παταγεῖ δ᾽ εὐρεῖα θάλασσα,
κοπτομένη πνοιαῖς τε καὶ ἀρρήκτοισι χαλάζαις.
ἀλλ᾽ ἔμπης ὑμεῖς γε καὶ ἐκ βυθοῦ ἕλκετε νῆας
αὐτοῖσιν ναύτῃσιν ὀιομένοις θανέεσθαι:
αἶψα δ᾽ ἀπολήγοντ᾽ ἄνεμοι, λιπαρὴ δὲ γαλάνη
20ἀμπέλαγος: νεφέλαι δὲ διέδραμον ἄλλυδις ἄλλαι:
ἐκ δ᾽ ἄρκτοι τ᾽ ἐφάνησαν, ὄνων τ᾽ ἀνὰ μέσσον ἀμαυρὴ
φάτνη σημαίνοισα τὰ πρὸς πλόον εὔδια πάντα.
ἄμφω θνητοῖσι βοηθόοι, φίλοι ἄμφω,
ἱππῆες κιθαρισταί, ἀεθλητῆρες ἀοιδοί:
25Κάστορος πρώτου Πολυδεύκεος ἄρξομ᾽ ἀείδειν;
ἀμφοτέρους ὑμνέων Πολυδεύκεα πρῶτον ἀείσω.
῾Η μὲν ἄρα προφυγοῦσα πέτρας εἰς ἓν ξυνιούσας
᾿Αργὼ καὶ νιφόεντος ἀταρτηρὸν στόμα Πόντου
Βέβρυκας εἰσαφίκανε θεῶν φίλα τέκνα φέρουσα.
30ἔνθα μιῆς πολλοὶ κατὰ κλίμακος ἀμφοτέρων ἒξ
τοίχων ἄνδρες ἔβαινον ᾿Ιησονίης ἀπὸ νηός.
ἐκβάντες δ᾽ ἐπὶ θῖνα βαθὺν καὶ ὑπήνεμον ἀκτὴν
εὐνάς τ᾽ ἐστόρνυντο πυρεῖά τε χερσὶν ἐνώμων.
Κάστωρ δ᾽ αἰολόπωλος τ᾽ οἰνωπὸς Πολυδεύκης
35ἄμφω ἐρημάζεσκον ἀποπλαγχθέντες ἑταίρων,
παντοίην ἐν ὄρει θηεύμενοι ἄγριον ὕλην.
εὗρον δ᾽ ἀέναον κρήνην ὑπὸ λισσάδι πέτρῃ
ὕδατι πεπληθυῖαν ἀκηράτῳ: αἱ δ᾽ ὑπένερθεν
λάλλαι κρυστάλλῳ ἠδ᾽ ἀργύρῳ ἰνδάλλοντο
40ἐκ βυθοῦ: ὑψηλαὶ δὲ πεφύκεσαν ἀγχόθι πεῦκαι
λεῦκαί τε πλάτανοί τε καὶ ἀκρόκομοι κυπάρισσοι,
ἄνθεά τ᾽ εὐώδη, λασίαις φίλα ἔργα μελίσσαις,
ὅσσ᾽ ἔαρος λήγοντος ἐπιβρύει ἀν λειμῶνας.
ἔνθα δ᾽ ἀνὴρ ὑπέροπλος ἐνήμενος ἐνδιάασκε,
δεινὸς ἰδεῖν, σκληραῖσι τεθλασμένος οὔατα πυγμαῖς:
στήθεα δ᾽ ἐσφαίρωτο πελώρια καὶ πλατὺ νῶτον
σαρκὶ σιδηρείῃ, σφυρήλατος οἷα κολοσσός.
ἐν δὲ μύες στερεοῖσι βραχίοσιν ἄκρον ὑπ᾽ ὦμον
ἕστασαν ἠύτε πέτροι ὁλοίτροχοι, οὕστε κυλίνδων
50χειμάρρους ποταμὸς μεγάλαις περιέξεσε δίναις:
αὐτὰρ ὑπὲρ νώτοιο καὶ αὐχένος ᾐωρεῖτο
ἄκρων δέρμα λέοντος ἀφημμένον ἐκ ποδεώνων.
τὸν πρότερος προσέειπεν ἀεθλοφόρος Πολυδεύκης.

Πολυδεύκης

χαῖρε ξεῖν᾽, ὅτις ἐσσί. τίνες βροτοί, ὧν ὅδε χῶρος;

Ἄμυκος

55χαίρω πῶς, ὅτε τ᾽ ἄνδρας ὁρῶ, τοὺς μὴ πρὶν ὄπωπα;

Πολυδεύκης

θάρσει. μήτ᾽ ἀδίκους μήτ᾽ ἐξ ἀδίκων φάθι λεύσσειν.

Ἄμυκος

θαρσέω, κοὐκ ἐκ σεῦ με διδάσκεσθαι τόδ᾽ ἔοικεν.

Πολυδεύκης

ἄγριος εἶ, πρὸς πάντα παλίγκοτος, ὑπερόπτης;

Ἄμυκος

τοιόσδ᾽ οἷον ὁρᾷς: τῆς σῆς γε μὲν οὐκ ἐπιβαίνω.
60π. ἔλθοις, καὶ ξενίων γε τυχὼν πάλιν οἴκαδ᾽ ἱκάνοις.

Ἄμυκος

μήτε σύ με ξείνιζε, τά τ᾽ ἐξ ἐμεῦ οὐκ ἐν ἑτοίμῳ.

Πολυδεύκης

δαιμόνι᾽, οὐδ᾽ ἂν τοῦδε πιεῖν ὕδατος σύγε δοίης;

Ἄμυκος

γνώσεαι, εἴ σευ δῖψος ἀνειμένα χείλεα τέρσει.

Πολυδεύκης

ἄργυρος τίς μισθός, ἐρεῖς, κέν σε πίθοιμεν;
65α. εἷς ἑνὶ χεῖρας ἄειρον ἐναντίος ἀνδρὶ καταστάς.

Πολυδεύκης

πυγμάχος, καὶ ποσσὶ θενὼν σκέλος;

Ἄμυκος

………ὄμματά γ᾽ ὀρθὸς
πὺξ διατεινάμενος σφετέρης μὴ φείδεο τέχνης.

Πολυδεύκης

τίς γάρ, ὅτῳ χεῖρας καὶ ἐμοὺς συνερείσω ἱμάντας;

Ἄμυκος

ἐγγὺς ὁρᾷς: οὐ γύννις ἐὼν κεκλήσεθ᾽ πύκτης.
70π. καὶ ἄεθλον ἑτοῖμον, ἐφ᾽ δηρισόμεθ᾽ ἄμφω

Ἄμυκος

σὸς μὲν ἐγώ, σὺ δ᾽ ἐμὸς κεκλήσεαι, αἴκε κρατήσω.

Πολυδεύκης

ὀρνίθων φοινικολόφων τοιοίδε κυδοιμοί.

Ἄμυκος

εἴτ᾽ οὖν ὀρνίθεσσιν ἐοικότες εἴτε λέουσι
γινόμεθ᾽, οὐκ ἄλλῳ γε μαχεσσαίμεσθ᾽ ἐπ᾽ ἀέθλῳ.
75    ̂̓Η ῥ᾽ ῎Αμυκος, καὶ κόχλον ἑλὼν μυκήσατοκοίλην.
οἱ δὲ θοῶς συνάγερθεν ὑπὸ σκιερὰς πλατανίστους
κόχλου φυσηθέντος ἀεὶ Βέβρυκες κομόωντες.
ὣς δ᾽ αὔτως ἥρωας ἰὼν ἐκαλέσσατο πάντας
Μαγνήσσης ἀπὸ νηὸς ὑπείροχος ἐν δαῒ Κάστωρ.
80οἱ δ᾽ ἐπεὶ οὖν σπείρῃσιν ἐκαρτύναντο βοείαις
χεῖρας καὶ περὶ γυῖα μακροὺς εἵλιξαν ἱμάντας,
ἐς μέσσον σύναγον φόνον ἀλλήλοισι πνέοντες.
ἔνθα πολύς σφισι μόχθος ἐπειγομένοισιν ἐτύχθη,
ὁππότερος κατὰ νῶτα λάβοι φάος ἠελίοιο:
85ἰδρείῃ μέγαν ἄνδρα παρήλυθες Πολύδευκες,
βάλλετο δ᾽ ἀκτίνεσσιν ἅπαν ᾿Αμύκοιο πρόσωπον.
αὐτὰρ ὅγ᾽ ἐν θυμῷ κεχολωμένος ἵετο πρόσσω,
χερσὶ τιτυσκόμενος. τοῦ δ᾽ ἄκρον τύψε γένειον
Τυνδαρίδης ἐπιόντος: ὀρίνθη δὲ πλέον πρίν,
90σὺν δὲ μάχην ἐτάραξε, πολὺς δ᾽ ἐπέκειτο νενευκὼς
ἐς γαῖαν. Βέβρυκες δ᾽ ἐπαΰτεον, οἱ δ᾽ ἑτέρωθεν
ἥρωες κρατερὸν Πολυδεύκεα θαρσύνεσκον,
δειδιότες μή πώς μιν ἐπιβρίσας δαμάσειε
χώρῳ ἐνὶ στεινῷ Τιτυῷ ἐναλίγκιος ἀνήρ.
95ἤτοι ὅγ᾽ ἔνθα καὶ ἔνθα παριστάμενος Διὸς υἱὸς
ἀμφοτέρῃσιν ἄμυσσεν ἀμοιβαδίς, ἔσχεθε δ᾽ ὁρμῆς
παῖδα Ποσειδάωνος ὑπερφίαλόν περ ἐόντα.
ἔστη δὲ πληγαῖς μεθύων, ἐκ δ᾽ ἔπτυσεν αἷμα
φοίνιον: οἱ δ᾽ ἅμα πάντες ἀριστῆες κελάδησαν,
100ὡς ἴδον ἕλκεα λυγρὰ περὶ στόμα τε γναθμούς τε:
ὄμματα δ᾽ οἰδήσαντος ἀπεστείνωτο προσώπου.
τὸν μὲν ἄναξ ἐτάρασσεν ἐτώσια χερσὶ προδεικνὺς
πάντοθεν: ἀλλ᾽ ὅτε δή μιν ἀμηχανέοντ᾽ ἐνόησε,
μέσσης ῥινὸς ὕπερθε κατ᾽ ὀφρύος ἤλασε πυγμῇ,
πᾶν δ᾽ ἀπέσυρε μέτωπον ἐς ὀστέον. αὐτὰρ πληγεὶς
ὕπτιος ἐν φύλλοισι τεθηλόσιν ἐξετανύσθη.
ἔνθα μάχη δριμεῖα πάλιν γένετ᾽ ὀρθωθέντος:
ἀλλήλους δ᾽ ὄλεκον στερεοῖς θείνοντες ἱμᾶσιν.
ἀλλ᾽ μὲν ἐς στῆθός τε καὶ ἔξω χεῖρας ἐνώμα
110αὐχένος ἀρχηγὸς Βεβρύκων: δ᾽ ἀεικέσι πληγαῖς
πᾶν συνέφυρε πρόσωπον ἀνίκητος Πολυδεύκης.
σάρκες δ᾽ αἱ μὲν ἱδρῶτι συνίζανον, ἐκ μεγάλου δὲ
αἶψ᾽ ὀλίγος γένετ᾽ ἀνδρός: δ᾽ αἰεὶ πάσσονα γυῖα
ἁπτομένου φορέεσκε πόνου καὶ χροιῇ ἀμείνων.
115πῶς γὰρ δὴ Διὸς υἱὸς ἀδηφάγον ἄνδρα καθεῖλεν;
εἰπὲ θεά, σὺ γὰρ οἶσθα: ἐγὼ δ᾽ ἑτέρων ὑποφήτης
φθέγξομαι, ὡς ἐθέλεις σύ, καὶ ὅππως τοι φίλον αὐτῇ.
῎Ητοι ὅγε ῥέξαί τι λιλαιόμενος μέγα ἔργον
σκαιῇ μὲν σκαιὴν Πολυδεύκεος ἔλλαβε χεῖρα,
δοχμὸς ἀπὸ προβολῆς κλινθείς, ἑτέρῃ δ᾽ ἐπιβαίνων
δεξιτερῆς ἤνεγκεν ἀπὸ λαγόνος πλατὺ γυῖον.
καί κε τυχὼν ἔβλαψεν ᾿Αμυκλαίων βασιλῆα.
ἀλλ᾽ ὅγ᾽ ὑπεξανέδυ κεφαλῇ, στιβαρῇ δ᾽ ἅμα χειρὶ
πλῆξεν ὑπὸ σκαιὸν κρόταφον καὶ ἐπέμπεσεν ὤμῳ:
125ἐκ δ᾽ ἐχύθη μέλαν αἷμα θοῶς κροτάφοιο χανόντος:
λαιῇ δὲ στόμα κόψε, πυκνοὶ δ᾽ ἀράβησαν ὀδόντες:
αἰεὶ δ᾽ ὀξυτέρῳ πιτύλῳ δηλεῖτο πρόσωπον,
μέχρι συνηλοίησε παρήια. πᾶς δ᾽ ἐπὶ γαίῃ
κεῖτ᾽ ἀλλοφρονέων, καὶ ἀνέσχεθε νεῖκος ἀπαυδῶν
130ἀμφοτέρας ἅμα χεῖρας, ἐπεὶ θανάτου σχεδὸν ἦεν.
τὸν μὲν ἄρα κρατέων περ ἀτάσθαλον οὐδὲν ἔρεξας,
πύκτη Πολύδευκες: ὄμοσσε δέ τοι μέγαν ὅρκον,
ὃν πατέρ᾽ ἐκ πόντοιο Ποσειδάωνα κικλήσκων,
μήποτ᾽ ἔτι ξείνοισιν ἑκὼν ἀνιηρὸς ἔσεσθαι.
καὶ σὺ μὲν ὕμνησαί μοι ἄναξ. σὲ δὲ Κάστορ ἀείσω,
Τυνδαρίδη ταχύπωλε δορυσσόε χαλκεοθώρηξ.
τὼ μὲν ἀναρπάξαντε δύω φερέτην Διὸς υἱὼ
δοιὰς Λευκίπποιο κόρας: δοιὼ δ᾽ ἄρα τώγε
ἐσσυμένως ἐδίωκον ἀδελφεὼ υἷ᾽ ᾿Αφαρῆος,
γαμβρὼ μελλογάμω, Λυγκεὺς καὶ καρτερὸς ῎Ιδας.
ἀλλ᾽ ὅτε τύμβον ἵκανον ἀποφθιμένου ᾿Αφαρῆος,
ἐκ δίφρων ἅμα πάντες ἐπ᾽ ἀλλήλοισιν ὄρουσαν,
ἔγχεσι καὶ κοίλοισι βαρυνόμενοι σακέεσσι.
Λυγκεὺς δ᾽ αὖ μετέειπεν ὑπὲκ κόρυθος μέγ᾽ ἀύσας:
δαιμόνιοι, τί μάχης ἱμείρετε; πῶς δ᾽ ἐπὶ νύμφαις
ἀλλοτρίαις χαλεποί, γυμναὶ δ᾽ ἐν χερσὶ μάχαιραι;
ἡμῖν τοι Λεύκιππος ἑὰς ἕδνωσε θύγατρας
τάσδε πολὺ προτέροις, ἡμῖν γάμος οὗτος ἐν ὅρκῳ:
ὑμεῖς δ᾽ οὐ κατὰ κόσμον ἐπ᾽ ἀλλοτρίοις λεχέεσσιν
150βουσὶ καὶ ἡμιόνοισι καὶ ἄλλοισι κτεάτεσσιν
ἄνδρα παρετρέψασθε, γάμον δ᾽ ἐκλέπτετε δώροις.
μὰν πολλάκις ὔμμιν ἐνώπιον ἀμφοτέροισιν
αὐτὸς ἐγὼ τάδ᾽ ἔειπα καὶ οὐ πολύμυθος ἐών περ:
οὐχ οὕτω φίλοι ἄνδρες ἀριστήεσσιν ἔοικε
155μνηστεύειν ἀλόχους, αἷς νυμφίοι ἤδη ἑτοῖμοι.
πολλή τοι Σπάρτη, πολλὴ δ᾽ ἱππήλατος ̂̓Ηλις,
᾿Αρκαδίη τ᾽ εὔμηλος ᾿Αχαιῶν τε πτολίεθρα,
Μεσσήνη τε καὶ ῎Αργος ἅπασά τε Σισυφὶς ἀκτή:
ἔνθα κόραι τοκέεσσιν ὑπὸ σφετέροισι τρέφονται
160μυρίαι οὔτε φυῆς ἐπιδευέες οὔτε νόοιο.
τάων εὐμαρὲς ὔμμιν ὀπυίειν ἅς κ᾽ ἐθέλητε:
ὡς ἀγαθοῖς πολέες βούλοιντό κε πενθεροὶ εἶναι:
ὑμεῖς δ᾽ ἐν πάντεσσι διάκριτοι ἡρώεσσι,
καὶ πατέρες καὶ ἄνωθεν ἅπαν πατρώιον αἷμα.
165ἀλλὰ φίλοι τοῦτον μὲν ἐάσατε πρὸς τέλος ἐλθεῖν
ἄμμι γάμον: σφῷν δ᾽ ἄλλον ἐπιφραζώμεθα πάντες.’
ἴσκον τοιάδε πολλά, τὰ δ᾽ εἰς ὑγρὸν ᾤχετο κῦμα
πνοιὴ ἔχουσ᾽ ἀνέμοιο, χάρις δ᾽ οὐχ ἕσπετο μύθοις.
σφὼ γὰρ ἀκηλήτω καὶ ἀπηνέες. ἀλλ᾽ ἔτι καὶ νῦν
170πείθεσθ᾽: ἄμφω δ᾽ ἄμμιν ἀνεψιὼ ἐκ πατρὸς ἐστόν.
εἰ δ᾽ ὑμῖν κραδίη πόλεμον ποθεῖ, αἵματι δὲ χρὴ
νεῖκος ἀναρρήξαντας ὁμοίιον ἔγχεα λοῦσαι,
῎Ιδας μὲν καὶ ὅμαιμος ἐμός, κρατερὸς Πολυδεύκης,
χεῖρας ἐρωήσουσιν ἀπεχθομένης ὑσμίνης,
175νῶι δ᾽, ἐγὼ Κάστωρ τε, διακρινώμεθ᾽ ἄρηι
ὁπλοτέρω γεγαῶτε. γονεῦσι δὲ μὴ πολὺ πένθος
ἡμετέροισι λίπωμεν. ἅλις νέκυς ἐξ ἑνὸς οἴκου
εἶς: ἀτὰρ ὥλλοι πάντες ἐυφρανέουσιν ἑταίρους
νυμφίοι ἀντὶ νεκρῶν, ὑμεναιώσουσι δὲ κούρας
180τάσδ᾽: ὀλίγῳ τοι ἔοικε κακῷ μέγα νεῖκος ἀναιρεῖν.
εἶπε, τὰ δ᾽ οὐκ ἄρ᾽ ἔμελλε θεὸς μεταμώνια θήσειν.
τὼ μὲν γὰρ ποτὶ γαῖαν ἀπ᾽ ὤμων τεύχε᾽ ἔθεντο,
γενεῇ προφέρεσκον: δ᾽ ἐς μέσον ἤλυθε Λυγκεύς,
σείων καρτερὸν ἔγχος ὑπ᾽ ἀσπίδος ἄντυγα πρώτην:
185ὣς δ᾽ αὔτως ἄκρας ἐτινάξατο δούρατος ἀκμὰς
Κάστωρ: ἀμφοτέροις δὲ λόφων ἐπένευον ἔθειραι.
ἔγχεσι μὲν πρώτιστα τιτυσκόμενοι πόνον εἶχον
ἀλλήλων, εἴ πού τι χροὸς γυμνωθὲν ἴδοιεν.
ἀλλ᾽ ἤτοι τὰ μὲν ἄκρα πάρος τινὰ δηλήσασθαι
190δοῦρ᾽ ἐάγη, σακέεσσιν ἐνὶ δεινοῖσι παγέντα.
τὼ δ᾽ ἄορ ἐκ κολεοῖο ἐρυσσαμένω φόνον αὖτις
τεῦχον ἐπ᾽ ἀλλήλοισι: μάχης δ᾽ οὐ γίνετ᾽ ἐρωή.
πολλὰ μὲν ἐς σάκος εὐρὺ καὶ ἱππόκομον τρυφάλειαν
Κάστωρ, πολλὰ δ᾽ ἔνυξεν ἀκριβὴς ὄμμασι Λυγκεὺς
195τοῖο σάκος, φοίνικα δ᾽ ὅσον λόφον ἵκετ᾽ ἀκωκή.
τοῦ μὲν ἄκρην ἐκόλουσεν ἐπὶ σκαιὸν γόνυ χεῖρα
φάσγανον ὀξὺ φέροντος ὑπεξαναβὰς ποδὶ Κάστωρ
σκαιῷ: δὲ πληγεὶς ξίφος ἔκβαλεν, αἶψα δὲ φεύγειν
ὡρμήθη ποτὶ σῆμα πατρός, τόθι καρτερὸς ῎Ιδας
200κεκλιμένος θηεῖτο μάχην ἐμφύλιον ἀνδρῶν.
ἀλλὰ μεταΐξας πλατὺ φάσγανον ὦσε διαπρὸ
Τυνδαρίδης λαγόνος τε καὶ ὀμφαλοῦ: ἔγκατα δ᾽ εἴσω
χαλκὸς ἄφαρ διέχευεν: δ᾽ ἐς στόμα κεῖτο νενευκὼς
Λυγκεύς, κὰδ δ᾽ ἄρα οἱ βλεφάρων βαρὺς ἔδραμεν ὕπνος.
205οὐ μὰν οὐδὲ τὸν ἄλλον ἐφ᾽ ἑστίῃ εἶδε πατρῴῃ
παίδων Λαοκόωσσα φίλον γάμον ἐκτελέσαντα.
γὰρ ὅγε στήλην ᾿Αφαρηίου ἐξανέχουσαν
τύμβου ἀναρρήξας ταχέως Μεσσήνιος ῎Ιδας
μέλλε κασιγνήτοιο βαλεῖν σφετέροιο φονῆα:
210ἀλλὰ Ζεὺς ἐπάμυνε, χερῶν δέ οἱ ἔκβαλε τυκτὴν
μάρμαρον, αὐτὸν δὲ φλογέῳ συνέφλεξε κεραυνῷ.
οὕτως Τυνδαρίδαις πολεμιζέμεν οὐκ ἐν ἐλαφρῷ.
αὐτοί τε κρατέοντε καὶ ἐκ κρατέοντος ἔφυσαν.
χαίρετε Λήδας τέκνα, καὶ ἡμετέροις κλέος ὕμνοις
215ἐσθλὸν ἀεὶ πέμποιτε: φίλοι δέ τε πάντες ἀοιδοὶ
Τυνδαρίδαις ῾Ελένῃ τε καὶ ἄλλοις ἡρώεσσιν,
῎Ιλιον οἳ διέπερσαν ἀρήγοντες Μενελάῳ.
ὑμῖν κῦδος ἄνακτες ἐμήσατο Χῖος ἀοιδός,
ὑμνήσας Πριάμοιο πόλιν καὶ νῆας ᾿Αχαιῶν
220᾿Ιλιάδας τε μάχας ᾿Αχιλῆά τε πύργον ἀυτῆς:
ὑμῖν αὖ καὶ ἐγὼ λιγεῶν μειλίγματα Μουσέων,
οἷ᾽ αὐταὶ παρέχουσι καὶ ὡς ἐμὸς οἶκος ὑπάρχει,
τοῖα φέρω. γεράων δὲ θεοῖς κάλλιστον ἀοιδαί.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (R. J. Cholmeley, M.A., 1901)
hide References (7 total)
  • Commentary references to this page (6):
    • E. T. Merrill, Commentary on Catullus, 30
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 130
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 674
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO PAN
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO THE DIOSCURI
    • R. J. Cholmeley, M.A., The Idylls of Theocritus, 1
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: