previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἑλένης Ἐπιθάλαμιος


῎Εν ποκ᾽ ἄρα Σπάρτᾳ ξανθότριχι πὰρ Μενελάῳ
παρθενικαὶ θάλλοντα κόμαις ὑάκινθον ἔχοισαι
πρόσθε νεογράπτω θαλάμω χορὸν ἐστάσαντο,
δώδεκα ταὶ πρᾶται πόλιος, μέγα χρῆμα Λακαινᾶν,
5ἁνίκα Τυνδαριδᾶν κατεδέξατο τὰν ἀγαπητὰν
μναστεύσας ῾Ελέναν νεώτερος ᾿Ατρέος υἱός.
ἄειδον δ᾽ ἄρα πᾶσαι ἐς ἓν μέλος ἐγκροτέοισαι
ποσσὶ περιπλέκτοις, ὑπὸ δ᾽ ἴαχε δῶμ᾽ ὑμεναίῳ.
οὕτω δὴ πρωιζὲ κατέδραθες φίλε γαμβρέ;
10 ῥά τις ἐσσὶ λίαν βαρυγούνατος; ῥα φίλυπνος;
ῥα πολύν τιν᾽ ἔπινες, ὅτ᾽ εἰς εὐνὰν κατεβάλλευ;
εὕδειν μὰν σπεύδοντα καθ᾽ ὥραν αὐτὸν ἐχρῆν τυ,
παῖδα δ᾽ ἐᾶν σὺν παισὶ φιλοστόργῳ παρὰ ματρὶ
παίσδειν ἐς βαθὺν ὄρθρον, ἐπεὶ καὶ ἔνας καὶ ἐς ἀῶ
15κεἰς ἔτος ἐξ ἔτεος Μενέλαε τεὰ νυὸς ἅδε.
ὄλβιε γάμβρ᾽, ἀγαθός τις ἐπέπταρεν ἐρχομένῳ τοι
ἐς Σπάρταν, ἅπερ ὥλλοι ἀριστέες, ὡς ἀνύσαιο.
μοῦνος ἐν ἡμιθέοις Κρονίδαν Δία πενθερὸν ἑξεῖς.
Ζανός τοι θυγάτηρ ὑπὸ τὰν μίαν ἵκετο χλαῖναν,
20οἵα ᾿Αχαιιάδων γαῖαν πατεῖ οὐδὲ μί᾽ ἄλλα.
μέγα κέν τι τέκοιτ᾽, εἰ ματέρι τίκτοι ὁμοῖον.
ἄμμες δ᾽ αἱ πᾶσαι συνομάλικες, αἷς δρόμος ωὑτός
χρισαμέναις ἀνδριστὶ παρ᾽ Εὐρώταο λοετροῖς,
τετράκις ἑξήκοντα κόραι, θῆλυς νεολαία,
25τᾶν οὐδέν τις ἄμωμος, ἐπεί χ᾽ ῾Ελένᾳ παρισωθῇ.
᾿Αὼς ἀντέλλοισα καλὸν διέφανε πρόσωπον,
πότνια νὺξ τό τε λευκὸν ἔαρ χειμῶνος ἀνέντος:
ὧδε καὶ χρυσέα ῾Ελένα διαφαίνετ᾽ ἐν ἁμῖν.
πιείρᾳ μέγα λᾷον ἀνέδραμε κόσμος ἀρούρᾳ
30 κάπῳ κυπάρισσος ἅρματι Θεσσαλὸς ἵππος:
ὧδε καὶ ῥοδόχρως ῾Ελένα Λακεδαίμονι κόσμος.
οὔτέ τις ἐκ ταλάρω πανίσδεται ἔργα τοιαῦτα,
οὔτ᾽ ἐνὶ δαιδαλέῳ πυκινώτερον ἄτριον ἱστῷ
κερκίδι συμπλέξασα μακρῶν ἔταμ᾽ ἐκ κελεόντων.
35οὐ μὰν οὐδὲ λύραν τις ἐπίσταται ὧδε κροτῆσαι
῎Αρτεμιν ἀείδοισα καὶ εὐρύστερνον ᾿Αθάναν,
ὡς ῾Ελένα, τᾶς πάντες ἐπ᾽ ὄμμασιν ἵμεροι ἐντί.
καλὰ χαρίεσσα κόρα, τὺ μὲν οἰκέτις ἤδη,
ἄμμες δ᾽ ἐς δρόμον ἦρι καὶ ἐς λειμώνια φύλλα
40ἑρψοῦμες στεφάνως δρεψούμεναι ἁδὺ πνέοντας,
πολλὰ τεοῦς ῾Ελένα μεμναμέναι ὡς γαλαθηναὶ
ἄρνες γειναμένας ὄιος μαστὸν ποθέοισαι.
πρᾶταί τοι στέφανον λωτῶ χαμαὶ αὐξομένοιο
πλέξασαι σκιερὰν καταθήσομεν ἐς πλατάνιστον,
45πρᾶται δ᾽ ἀργυρέας ἐξ ὄλπιδος ὑγρὸν ἄλειφαρ
λαζύμεναι σταξεῦμες ὑπὸ σκιερὰν πλατάνιστον:
γράμματα δ᾽ ἐν φλοιῷ γεγράψεται, (ὡς παριών τις
ἀννείμῃ,) δωριστί: σέβου μ᾽: ῾Ελένας φυτὸν εἰμί.
χαίροις νύμφα, χαίροις εὐπένθερε γαμβρέ.
50Λατὼ μὲν δοίη, Λατὼ κουροτρόφος ὔμμιν
εὐτεκνίαν, Κύπρις δέ, θεὰ Κύπρις ἶσον ἔρασθαι
ἀλλάλων, Ζεὺς δέ, Κρονίδας Ζεὺς ἄφθιτον ὄλβον,
ὡς ἐξ εὐπατριδᾶν εἰς εὐπατρίδας πάλιν ἔνθῃ.
εὕδετ᾽ ἐς ἀλλάλων στέρνον φιλότητα πνέοντες
55καὶ πόθον, ἔγρεσθαι δὲ πρὸς ἀῶ μἠπιλάθησθε.
νεύμεθα κἄμμες ἐς ὄρθρον, ἐπεί κα πρᾶτος ἀοιδὸς
ἐξ εὐνᾶς κελαδήσῃ ἀνασχὼν εὔτριχα δειράν.
῾Υμὴν ῾Υμέναιε, γάμῳ ἐπὶ τῷδε χαρείης.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (R. J. Cholmeley, M.A., 1901)
hide References (11 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: