previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κεφ. ε᾽. ΖΗΝΩΝ ΕΛΕΑΤΗΣ

1 [25] Ζήνων Ἐλεάτης. τοῦτον Ἀπολλόδωρός φησιν εἶναι ἐν Χρονικοῖς [Πύρητος τὸν δὲ Παρμενίδην] φύσει μὲν Τελευταγόρου, θέσει δὲ Παρμενίδου <τὸν δὲ Παρμενίδην Πύρητος2>. περὶ τούτου καὶ Μελίσσου Τίμων φησὶ ταῦτα:

ἀμφοτερογλώσσου τε μέγα σθένος οὐκ ἀλαπαδνὸν Ζήνωνος πάντων ἐπιλήπτορος, ἠδὲ Μέλισσον, πολλῶν φαντασμῶν ἐπάνω, παύρων γε μὲν ἥσσω.

δὴ Ζήνων διακήκοε Παρμενίδου καὶ γέγονεν αὐτοῦ παιδικά. καὶ εὐμήκης ἦν, καθά φησι Πλάτων ἐν τῷ Παρμενίδῃ, δ᾽ αὐτὸς ἐν τῷ Σοφιστῇ καὶ ἐν τῷ Φαίδρῳ <αὐτοῦ μέμνηται> καὶ Ἐλεατικὸν Παλαμήδην αὐτὸν καλεῖ. φησὶ δ᾽ Ἀριστοτέλης εὑρετὴν αὐτὸν γενέσθαι διαλεκτικῆς, ὥσπερ Ἐμπεδοκλέα ῥητορικῆς.

3 [26] Γέγονε δὲ ἀνὴρ γενναιότατος καὶ ἐν φιλοσοφίᾳ καὶ ἐν πολιτείᾳ: φέρεται γοῦν αὐτοῦ βιβλία πολλῆς συνέσεως γέμοντα. καθελεῖν δὲ θελήσας Νέαρχον τὸν τύραννον--οἱ δὲ Διομέδοντα--συνελήφθη, καθά φησιν Ἡρακλείδης ἐν τῇ Σατύρου ἐπιτομῇ. ὅτε καὶ ἐξεταζόμενος τοὺς συνειδότας καὶ περὶ τῶν

ὅπλων ὧν ἦγεν εἰς Λιπάραν, πάντας ἐμήνυσεν αὐτοῦ τοὺς φίλους, βουλόμενος αὐτὸν ἔρημον καταστῆσαι: εἶτα περί τινων εἰπεῖν ἔχειν τινα <ἔφη> αὐτῷ πρὸς τὸ οὖς καὶ δακὼν οὐκ ἀνῆκεν ἕως ἀπεκεντήθη, ταὐτὸν Ἀριστογείτονι τῷ τυραννοκτόνῳ παθών.

4 [27] Δημήτριος δέ φησιν ἐν τοῖς Ὁμωνύμοις τὸν μυκτῆρα αὐτὸν ἀποτραγεῖν. Ἀντισθένης δὲ ἐν ταῖς Διαδοχαῖς φησι μετὰ τὸ μηνῦσαι τοὺς φίλους ἐρωτηθῆναι πρὸς τοῦ τυράννου εἴ τις ἄλλος εἴη: τὸν δὲ εἰπεῖν, "σὺ τῆς πόλεως ἀλιτήριος." πρός τε τοὺς παρεστῶτας φάναι: "θαυμάζω ὑμῶν τὴν δειλίαν, εἰ τούτων ἕνεκεν ὧν νῦν ἐγὼ ὑπομένω, δουλεύετε τῷ τυράννῳ:" καὶ τέλος ἀποτραγόντα τὴν γλῶτταν προσπτύσαι αὐτῷ: τοὺς δὲ πολίτας παρορμηθέντας αὐτίκα τὸν τύραννον καταλεῦσαι. ταὐτὰ δὲ σχεδὸν οἱ πλείους λαλοῦσιν. Ἕρμιππος δέ φησιν εἰς ὅλμον αὐτὸν βληθῆναι καὶ κατακοπῆναι.

5 [28] Καὶ εἰς αὐτὸν ἡμεῖς εἴπομεν οὕτως:

ἤθελες, Ζήνων, καλὸν ἤθελες ἄνδρα τύραννον κτείνας ἐκλῦσαι δουλοσύνης Ἐλέαν.

ἀλλ᾽ ἐδάμης: δὴ γάρ δε λαβὼν τύραννος ἐν ὅλμῳ

κόψε. τί τοῦτο λέγω; σῶμα γάρ, οὐχὶ δὲ σέ.

Γέγονε δὲ τά τε ἄλλα ἀγαθὸς Ζήνων, ἀλλὰ καὶ ὑπεροπτικὸς τῶν μειζόνων κατ᾽ ἴσον Ἡρακλείτῳ:

καὶ γὰρ οὗτος τὴν πρότερον μὲν Ὑέλην, ὕστερον δ᾽ Ἐλέαν, Φωκαέων οὖσαν ἀποικίαν, αὑτοῦ δὲ πατρίδα, πόλιν εὐτελῆ καὶ μόνον ἄνδρας ἀγαθοὺς τρέφειν ἐπισταμένην ἠγάπησε μᾶλλον τῆς Ἀθηναίων μεγαλαυχίας, οὐκ ἐπιδημήσας πώμαλα πρὸς αὐτούς, ἀλλ᾽ αὐτόθι καταβιούς.

6 [29] Οὗτος καὶ τὸν Ἀχιλλέα πρῶτος λόγον ἠρώτησε [Φαβωρῖνος δέ φησι Παρμενίδην] καὶ ἄλλους συχνούς. ἀρέσκει δ᾽ αὐτῷ τάδε: κόσμους εἶναι κενόν τε μὴ εἶναι: γεγενῆσθαι δὲ τὴν τῶν πάντων φύσιν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, λαμβανόντων αὐτῶν εἰς ἄλληλα τὴν μεταβολήν: γένεσίν τε ἀνθρώπων ἐκ γῆς εἶναι καὶ ψυχὴν κρᾶμα ὑπάρχειν ἐκ τῶν προειρημένων κατὰ μηδενὸς τούτων ἐπικράτησιν.

Τοῦτόν φασι λοιδορούμενον ἀγανακτῆσαι: αἰτιασαμένου δέ τινος, φάναι "ἐὰν μὴ λοιδορούμενος προσποιῶμαι, οὐδ᾽ ἐπαινούμενος αἰσθήσομαι."

Ὅτι δὲ γεγόνασι Ζήνωνες ὀκτὼ ἐν τῷ Κιτιεῖ διειλέγμεθα. ἤκμαζε δ᾽ οὗτος κατὰ τὴν ἐνάτην <καὶ ἑβδομηκοστὴν> Ὀλυμπιάδα.

1 25

2 τὸν δὲ . . . Πύρητος transposed by karsten.

3 26

4 27

5 28

6 29

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (R.D. Hicks, 1972)
hide References (2 total)
  • Cross-references to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: