Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Πάλαι με προθυμούμενον, ὦ μέγιστε βασιλεῦ,
τὴν σὴν ἀρετὴν καὶ πράξεις ὑμνῆσαι καὶ
τοὺς πολέμους ἀπαριθμήσασθαι, καὶ τὰς τυραννίδας
ὅπως ἀνῄρηκας, τῆς μὲν λόγῳ καὶ πειθοῖ
τοὺς δορυφόρους ἀποστήσας, τῆς δὲ τοῖς ὅπλοις
κρατήσας, τὸ μέγεθος εἶργε τῶν πράξεων, οὐ τὸ
βραχὺ λειφθῆναι τῷ λόγῳ τῶν ἔργων δεινὸν
κρίνοντα, ἀλλὰ τὸ παντελῶς τῆς ὑποθέσεως
διαμαρτεῖν δόξαι. τοῖς μὲν γὰρ περὶ τοὺς πολιτικοὺς
ἀγῶνας καὶ τὴν ποίησιν διατρίβουσιν οὐδὲν
θαυμαστὸν εἰ ῥᾳδίως ἔξεστιν ἐγχειρεῖν τοῖς ἐπαίνοις
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.