next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Κεφ. α. προοίμιον.

ἐν τῇσι χρονίῃσι νούσοισι ἀμβολὴ τῆς ἰητρείης κακόν. ὑπ᾽ ἀμβλακίης γὰρ ὀκέλλει ἐς ἀνήκεστα πάθεα. φύσι γὰρ ὡδὶ ἴσχει, ὡς μὴ Ρ῾ηϊδίως ἀποφοιτῆσαι, ἢν ἐσβάλλῃ ἅπαξ.1 ἢν δὲ καὶ ἐκδηθύνῃ, χρόνῳ καρτερὰ ἔσται καὶ ξυναποθνήσκειν γίγνεταί κοτε: καὶ τὰ σμικρὰ μεζόνων ποιέεται διαδέξιας: κἢν τὸ πρόσθεν ἐς κίνδυνον ἀσινὲς , τόκος τῶνδε γίγνεται ὀλέθριος. χρὴ ὦν μήτε τὸν νοσέοντα σιγῆν αἰδοῖ τοῦ ἐλέγχου τῆς νούσου, μηδὲ ὑποδιδρήσκειν δέει τῆς ἰητρείης, μήτε τὸν ἰητρὸν καταμβλακεύειν. ἄμφω γὰρ ἐς τὸ ἀνήκεστον ξυνᾴδοι.2 μετεξέτεροι δὲ τῶν καμνόντων, ὑπ᾽ ἀγνωσίης τε τῶν παρεόντων καὶ τῶν αὖθις ἐσομένων ἐς τέλος ξυνδιαιτέονται τῇ νούσῳ. ἐπὶ γὰρ τοῖσι πλείστοισι οὔτε ὄλλυνται, οὔτε ὀρρωδέουσι θάνατον. διὰ τάδε ὦν ἰητρῷ σφεας αὐτοὺς οὐδ᾽ ἐπιτρέπουσι. πίστις δὲ τουτέων κεφαλαίη, ἧς ἄμφι πρότερον φράσω.

1 the common reading, φυσίωσις, having no suitable meaning, Ermerins did right in altering this clause, agreeably to the suggestion of Wigan.

2 either ἂν or something else seems to be wanting in this sentence.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Francis Adams LL.D., 1972)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: