next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


1.

καῦσος γίγνεται, ὁκόταν ἀναξηρανθέντα τὰ φλέβια ἐν θερινῇ ὥρῃ ἐπισπάσηται δριμέας καὶ χολώδεας ἰχῶρας ἐς ἑωυτά: καὶ πυρετὸς πολὺς ἴσχει, τό τε σῶμα ὡς ὑπὸ κόπου ἐχόμενον κοπιᾷ καὶ ἀλγέει.

γίγνεται δὲ ὡς ἐπιτοπουλὺ καὶ ἐκ πορείης μακρῆς καὶ δίψεος μακροῦ, ὁκόταν ἀναξηρανθέντα τὰ φλέβια δριμέα καὶ θερμὰ Ρ῾εύματα ἐπισπάσηται.

γίγνεται δὲ γλῶσσα τρηχείη καὶ ξηρὴ καὶ μέλαινα κάρτα: καὶ τὰ περὶ τὴν νηδὺν δακνόμενος ἀλγέει: τά τε ὑποχωρήματα ἔξυγρα καὶ ὠχρὰ γίγνεται, καὶ δίψαι σφοδραὶ ἔνεισι, καὶ ἀγρυπνίη, ἐνίοτε δὲ καὶ

παραλλάξιες φρενῶν.

τῷ τοιῷδε δίδου πίνειν ὕδωρ τε καὶ μελίκρητον ἑφθὸν ὑδαρὲς ὁκόσον ἐθέλει: κἂν πικρὸν τὸ στόμα γίγνηται, ἐμέειν ξυμφέρει, καὶ τὴν κοιλίην ὑποκλύσαι: ἢν δὲ μὴ πρὸς ταῦτα λύηται, γάλα ὄνου ἑψήσας κάθαιρε.

ἁλμυρὸν δὲ μηδὲν μηδὲ δριμὺ προσφέρειν, οὐ γὰρ ὑποίσει: Ρ῾οφήματα δὲ, ἕως ἂν ἔξω τῶν κρισίμων γένηται, μὴ δίδου.

κἢν αἷμα ἐκ τῶν Ρ῾ινῶν Ρ῾υῇ, λύεται τὸ πάθος, κἢν ἱδρῶτες ἐπιγένωνται κριτικοὶ γνήσιοι μετ᾽ οὔρων λευκῶν. παχέων καὶ λείων ὑφισταμένων, κἢν ἀπόστημά που γένηται: ἢν δ᾽ ἄνευ τούτων λυθῇ, ὑποστροφὴ πάλιν ἔσται τῆς ἀῤΡ῾ωστίης, ἰσχίων σκελέων ἄλγημα ξυμβήσεται, καὶ πτύσεται παχέα, ἢν μέλλῃ ὑγιὴς ἔσεσθαι.

καύσου γένος ἄλλο.

κοιλίη ὑπάγουσα, δίψης μεστὴ, γλῶσσα τρηχείη, ξηρὴ, ἁλυκώδης:

οὔρων ἀπόληψις: ἀγρυπνίη: ἀκρωτήρια ἐψυγμένα.

τῷ τοιούτῳ ἢν μὴ αἷμα ἐκ Ρ῾ινῶν Ρ῾υῇ, ἀπόστημα περὶ τράχηλον γένηται, σκελέων ἄλγημα, καὶ πτύσματα παχέα πτύσῃ ῾ταῦτα δὲ ξυστάσης τῆς κοιλίης γίγνεται, ἰσχίου ὀδύνη, αἰδοίου πελίωμἀ, οὐ κρίνεται: καὶ ὄρχις ἐνταθεὶς κριτικόν.

Ῥοφήματα ἐπισπαστικὰ δίδου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: