next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


1.

τὸν ἰητρὸν δοκέει μοι ἄριστον εἶναι πρόνοιαν ἐπιτηδεύειν: προγιγνώσκων γὰρ καὶ προλέγων παρὰ τοῖσι νοσέουσι τά τε παρεόντα καὶ τὰ προγεγονότα καὶ τὰ μέλλοντα ἔσεσθαι, ὁκόσα τε παραλείπουσιν οἱ ἀσθενέοντες ἐκδιηγεύμενος, πιστεύοιτ᾽ ἂν μᾶλλον γιγνώσκειν τὰ τῶν νοσεόντων πρήγματα, ὥστε τολμᾷν ἐπιτρέπειν τοὺς ἀνθρώπους σφέας ἑωυτοὺς τῷ ἰητρῷ.

τὴν δὲ θεραπείην ἄριστα ἂν ποιέοιτο, προειδὼς τὰ ἐσόμενα ἐκ τῶν παρεόντων παθημάτων.

ὑγιέας μὲν γὰρ ποιέειν ἅπαντας τοὺς ἀσθενέοντας ἀδύνατον: τοῦτο γὰρ τοῦ προγιγνώσκειν τὰ μέλλοντα ἀποβήσεσθαι κρέσσον ἂν ἦν: ἐπειδὴ δὲ οἱ ἄνθρωποι ἀποθνήσκουσιν, οἱ μὲν πρὶν καλέσαι τὸν ἰητρὸν, ὑπὸ τῆς ἰσχύος τῆς νούσου, οἱ δὲ

καὶ ἐσκαλεσάμενοι παραχρῆμα ἐτελεύτησαν, οἱ μὲν ἡμέρην μίην ζήσαντες, οἱ δὲ ὀλίγῳ πλέονα χρόνον πρὶν τὸν ἰητρὸν τῇ τέχνῃ πρὸς ἕκαστον νούσημα ἀνταγωνίσασθαι: γνῶναι οὖν χρὴ τῶν παθέων τῶν τοιουτέων τὰς φύσιας, ὁκόσον ὑπὲρ τὴν δύναμίν εἰσι τῶν σωμάτων, ἅμα δὲ καὶ εἴ τι θεῖον ἔνεστιν ἐν τῇσι νούσοισι, καὶ τουτέου τὴν πρόνοιαν ἐκμανθάνειν.

οὕτω γὰρ ἂν θαυμάζοιτό τε δικαίως, καὶ ἰητρὸς ἀγαθὸς ἂν εἴη: καὶ γὰρ οὓς οἷόν τε περιγίγνεσθαι, τούτους ἔτι μᾶλλον δύναιτ᾽ ἂν ὀρθῶς διαφυλάσσειν, ἐκ πλείονος χρόνου προβουλευόμενος πρὸς ἕκαστα, καὶ τοὺς ἀποθανουμένους τε καὶ σωθησομένους προγιγνώσκων καὶ προαγορεύων ἀναίτιος ἂν εἴη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: