next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅσα δὲ Ἀννίβας Καρχηδόνιος ἐξ Ἰβηρίας ἐς Ἰταλίαν ἐσβαλών, ἑκκαίδεκα ἔτεσιν οἷς ἐπέμεινε πολεμῶν, ἔδρασέ τε καὶ ἔπαθεν ὑπὸ Ῥωμαίων, ἕως αὐτὸν Καρχηδόνιοί τε κινδυνεύοντες περὶ τῇ πόλει ἐπὶ τὰ σφέτερα μετεπέμψαντο καὶ Ῥωμαῖοι τῆς Ἰταλίας ἐξήλασαν, ἥδε γραφὴ δηλοῖ. τις δὲ τῷ Ἀννίβᾳ γέγονε τῆς ἐσβολῆς αἰτία τε ἀληθὴς καὶ πρόφασις ἐς τὸ φανερόν, ἀκριβέστατα μὲν ἐν τῇ Ἰβηρικῇ συγγραφῇ δεδήλωται, συγγράψω δὲ καὶ νῦν ὅσον ἐς ἀνάμνησιν.

[2] Ἀμίλχαρ Βάρκας ἐπικλησις ἦν, Ἀννίβου τοῦδε πατήρ, ἐστρατήγει Καρχηδονίων ἐν Σικελίᾳ, ὅτε Ῥωμαῖοι καὶ Καρχηδόνιοι περὶ αὐτῆς ἀλλήλοις ἐπολέμουν. δόξας δὲ πρᾶξαι κακῶς ὑπὸ τῶν ἐχθρῶν ἐδιώκετο, καὶ δεδιὼς ἔπραξεν ἐς τοὺς Νομάδας αἱρεθῆναι στρατηγὸς πρὸ τῶν εὐθυνῶν. γενόμενος δὲ χρήσιμος ἐν τῷδε, καὶ τὴν στρατιὰν θεραπεύσας ἁρπαγαῖς καὶ δωρεαῖς, ἤγαγεν ἄνευ τοῦ κοινοῦ Καρχηδονίων ἐπὶ Γάδειρα, καὶ ἐπέρασε τὸν πορθμὸν ἐς Ἰβηρίαν, ὅθεν λάφυρα πολλὰ διέπεμπεν ἐς Καρχηδόνα, θεραπεύων τὸ πλῆθος, εἰ δύναιτο μὴ χαλεπαίνειν αὐτῷ τῆς στρατηγίας τῆς ἐν Σικελίᾳ, χώραν δ᾽ αὐτοῦ κατακτωμένου πολλὴν κλέος τε μέγα ἦν, καὶ Καρχηδονίοις ἐπιθυμία πάσης Ἰβηρίας ὡς εὐμαροῦς ἔργου. Ζακανθαῖοι δέ, καὶ ὅσοι ἄλλοι Ἕλληνες ἐν Ἰβηρίᾳ, καταφεύγουσιν ἐπὶ Ῥωμαίους, καὶ γίγνεται Καρχηδονίοις ὅρος Ἰβηρίας, μὴ διαβαίνειν τὸν Ἴβηρα ποταμόν: καὶ τόδε ταῖς Ῥωμαίων καὶ Καρχηδονίων σπονδαῖς ἐνεγράφη. ἐπὶ δὲ τούτῳ Βάρκας μὲν τὴν ὑπὸ Καρχηδονίοις Ἰβηρίαν καθιστάμενος ἔν τινι μάχῃ πεσὼν ἀποθνήσκει, καὶ στρατηγὸς Ἀσδρούβας ἐπ᾽ αὐτῷ γίγνεται, ὃς ἐκήδευε τῷ Βάρκᾳ. καὶ τόνδε μὲν κτείνει θεράπων ἐν κυνηγεσίοις, οὗ τὸν δεσπότην ἀνῃρήκει.

[3] τρίτος δὲ ἐπὶ τοῖσδε στρατηγὸς Ἰβήρων ὑπὸ τῆς στρατιᾶς ἀποδείκνυται, φιλοπόλεμος καὶ συνετὸς εἶναι δοκῶν, Ἀννίβας ὅδε, Βάρκα μὲν υἱὸς ὤν, Ἀσδρούβου δὲ τῆς γυναικὸς ἀδελφός, νέος δὲ κομιδῇ, καὶ ὡς μειράκιον ἔτι τῷ πατρὶ καὶ τῷ κηδεστῇ συνών. καὶ δῆμος Καρχηδονίων αὐτῷ τὴν στρατηγίαν ἐπεψήφισεν. οὕτω μὲν Ἀννίβας, περὶ οὗ τάδε συγγράφω, γίγνεται στρατηγὸς Καρχηδονίων ἐπ᾽ Ἴβηρσι: τῶν δ᾽ ἐχθρῶν τῶν Βάρκα τε καὶ Ἀσδρούβου τοὺς φίλους τοὺς ἐκείνων διωκόντων, καὶ Ἀννίβου τοῦδε καταφρονούντων ὡς ἔτι νέου, ἀρχὴν εἶναι τοῦθ᾽ Ἀννίβας ἐφ᾽ ἑαυτὸν ἡγούμενος, καὶ νομίζων οἱ τὸ ἀσφαλὲς ἐκ τῶν τῆς πατρίδος φόβων περιέσεσθαι, ἐς πόλεμον αὐτοὺς μέγαν ἐμβαλεῖν ἐπενόει. ὑπολαβὼν δ᾽, ὥσπερ ἦν, τὸ Ῥωμαίοις ἐπιχειρῆσαι χρόνιόν τε Καρχηδονίοις ἔσεσθαι, καὶ μεγάλην αὐτῷ δόξαν, εἰ καὶ τύχοι πταίσας, τό γε ἐγχείρημα οἴσειν, λεγόμενος δὲ καὶ ὑπὸ τοῦ πατρὸς ἐπὶ βωμῶν ἔτι παῖς ὁρκωθῆναι Ῥωμαίοις ἐπιβουλεύων οὔ ποτ᾽ ἐκλείψειν, ἐπενόει παρὰ τὰς σπονδὰς τὸν Ἴβηρα διαβῆναι, καὶ παρεσκεύαζέ τινας ἐς πρόφασιν κατηγορεῖν Ζακανθαίων. γράφων τε ταῦτα συνεχῶς ἐς Καρχηδόνα, καὶ προστιθεὶς ὅτι Ῥωμαῖοι κρύφα τὴν Ἰβηρίαν αὐτῶν ἀφιστᾶσιν, ἔτυχε παρὰ Καρχηδονίων πράσσειν τι δοκιμάσειεν. μὲν δὴ τὸν Ἴβηρα διαβὰς τὴν Ζακανθαίων πόλιν ἡβηδὸν διέφθειρε, Ῥωμαίοις δὲ καὶ Καρχηδονίοις ἐπὶ τῷδε ἐλέλυντο αἱ σπονδαὶ αἱ γενόμεναι αὐτοῖς μετὰ τὸν πόλεμον τὸν ἐν Σικελίᾳ.

[4] Ἀννίβας δὲ ὅσα μὲν αὐτὸς καὶ οἱ μετ᾽ αὐτὸν ἄλλοι Καρχηδονίων τε καὶ Ῥωμαίων στρατηγοὶ περὶ Ἰβηρίαν ἔπραξαν, Ἰβηρικὴ γραφὴ δηλοῖ: ἐπιλεξάμενος δὲ Κελτιβήρων τε καὶ Λιβύων καὶ ἑτέρων ἐθνῶν ὅτι πλείστους, καὶ τὰ ἐν Ἰβηρίᾳ παραδοὺς Ἀσδρούβᾳ τῷ ἀδελφῷ, τὰ Πυρηναῖα ὄρη διέβαινεν ἐς τὴν Κελτικὴν τὴν νῦν λεγομένην Γαλατίαν, ἄγων πεζοὺς ἐνακισμυρίους καὶ ἱππέας ἐς δισχιλίους ἐπὶ μυρίοις καὶ ἐλέφαντας ἑπτὰ καὶ τριάκοντα. Γαλατῶν δὲ τοὺς μὲν ὠνούμενος, τοὺς δὲ πείθων, τοὺς δὲ καὶ βιαζόμενος, διώδευε τὴν χώραν. ἐλθὼν δὲ ἐπὶ τὰ Ἄλπεια ὄρη, καὶ μηδεμίαν μήτε δίοδον μήτε ἄνοδον εὑρών ῾ἀπόκρημνα γάρ ἐστιν ἰσχυρῶς᾿, ἐπέβαινε κἀκείνοις ὑπὸ τόλμης, κακοπαθῶν χιονος τε πολλῆς οὔσης καὶ κρύους, τὴν μὲν ὕλην τέμνων τε καὶ κατακαίων, τὴν δὲ τέφραν σβεννὺς ὕδατι καὶ ὄξει, καὶ τὴν πέτραν ἐκ τοῦδε ψαφαρὰν γιγνομένην σφύραις σιδηραῖς θραύων, καὶ ὁδὸν ποιῶν καὶ νῦν ἐστιν ἐπὶ τῶν ὀρῶν ἐντριβὴς καὶ καλεῖται δίοδος Ἀννίβου. τῶν δὲ τροφῶν αὐτὸν ἐπιλειπουσῶν ἠπείγετο μέν, ἔτι λανθάνων ὅτι καὶ πάρεστιν ἐς τὴν Ἰταλίαν, ἕκτῳ δὲ μόλις ἀπὸ τῆς ἐξ Ἰβήρων ἀναστάσεως μηνί, πλείστους ἀποβαλών, ἐς τὸ πεδίον ἐκ τῶν ὀρῶν κατέβαινε.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: