previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εἰς Δῆλον


τὴν ἱερήν, θυμέ, τίνα χρόνον πότ᾽ 1 ἀείσεις
δῆλον, Ἀπόλλωνος κουροτρόφον ; μὲν ἅπασαι
Κυκλάδες, αἳ νήσων ἱερώταται εἰν ἁλὶ κεῖνται,
εὔυμνοι: δῆλος δ᾽ ἐθέλει τὰ πρῶτα φέρεσθαι
5ἐκ Μουσέων, ὅτι Φοῖβον ἀοιδάων μεδέοντα
λοῦσέ τε καὶ σπείρωσε καὶ ὡς θεὸν ᾔνεσε πρώτη.
ὡς Μοῦσαι τὸν ἀοιδὸν μὴ Πίμπλειαν ἀείσῃ 2
ἔχθουσιν, τὼς Φοῖβος ὅτις Δήλοιο λάθηται.
Δήλῳ νῦν οἴμης ἀποδάσσομαι, ὡς ἂν Ἀπόλλων
10Κύνθιος αἰνήσῃ με φίλης ἀλέγοντα τιθήνης.
κείνγ δ᾽ ἠνεμόεσσα καὶ ἄτροπος οἷά θ᾽ ἁλιπλὴξ
αἰθυίῃς καὶ μᾶλλον ἐπίδρομος ἠέπερ ἵπποις
πόντῳ ἐνεστήρικται: δ᾽ ἀμφί πουλύς ἑλίσσων
Ἰκαρίου πολλὴν ἀπομάσσεται ὕδατος ἄχνην:
15τῶ σφε καὶ ἰχθυβολῆες ἁλίπλοοι ἐννάσσαντο.
ἀλλά οἱ οὐ νεμεσητὸν ἐνὶ πρώτῃσι λέγεσθαι,
ὀππότ᾽ ἐς Ὠκεανόν τε καὶ ἐς Τιτηνίδα Τηθὺν
νῆσοι ἀολλίζονται, ἀεὶ δ᾽ ἔξαρχος ὁδεύει.
δ᾽ ὄπιθεν Φοίνισσα μετ᾽ ἴχνια Κύρνος ὀπηδεῖ [p. 86]
20οὐκ ὀνοτὴ καὶ Μάκρις Ἀβαντιὰς Ἐλλοπιήων
Σαρδώ θ᾽ ἱμερόεσσα καὶ ἣν ἐπενήξατο Κύπρις
ἐξ ὕδατος τὰ πρῶτα, σαοῖ δέ μιν ἀντ᾽ ἐπιβάθρων.
κεῖναι μὲν πύργοισι περισκεπέεσσιν ἐρυμναί,
δῆλος δ᾽ Ἀπόλλωνι: τί δὲ στιβαρώτερον ἕρκος;
25τείχεα μὲν καὶ λᾶες ὑπαὶ ῥιπῆς κε πέσοιεν
Στρυμονίου βορέαο: θεὸς δ᾽ ἀεὶ ἀστυφέλικτος:
Δῆλε φίλη, τοῖός σε βοηθόος ἀμφιβέβηκεν.
εἰ δὲ λίην πολέες σε περιτροχόωσιν ἀοιδαί,
ποίῃ 3 ἐνιπλέξω σε; τί τοι θυμῆρες ἀκοῦσαι;
30 ὡς 4 τὰ πρώτιστα μέγας θεὸς οὔρεα θείνων
ἄορι τριγλώχινι, τό οἱ Τελχῖνες ἔτευξαν,
νήσους εἰναλίας εἰργάζετο, νέρθε δὲ πάσας 5
ἐκ νεάτων ὤχλισσε καὶ εἰσεκύλισε θαλάσσῃ;
καὶ τὰς μὲν κατὰ βυσσόν, ἵν᾽ ἠπείροιο λάθωνται,
35πρυμνόθεν ἐρρίζωσε: δὲ δ᾽ οὐκ ἔθλιψεν ἀνάγκη,
ἀλλ᾽ ἄφετος πελάγεσσιν ἐπέπλεες, οὔνομα δ᾽ ἦν σοι
Ἀστερίη τὸ παλαιόν, ἐπεὶ βαθὺν ἥλαο τάφρον
οὐρανόθεν φεύγουσα Διὸς γάμον ἀστέρι ἴση.
τόφρα μὲν οὔπω σοι χρυσέη ἐπεμίσγετο Λητώ,
40τόφρα δ᾽ ἔτ᾽ Ἀστερίη σὺ καὶ οὐδέπω ἔκλεο Δῆλος:
πολλάκι σε 6 Τροιζῆνος ἀπὸ ξανθοῖο πολίχνης [p. 88]
ἐρχόμενοι Ἐφύρηνδε Σαρωνικοῦ ἔνδοθι κόλπου
ναῦται ἐπεσκέψαντο, καὶ ἐξ Ἐφύρης ἀνιόωτες
οἱ μὲν ἔτ᾽ οὐκ ἴδον αὖθι, σὺ δὲ στεινοῖο παρ᾽ ὀξὺν
45ἔδραμες Εὐρίποιο πόρον καναχηδὰ ῥέοντος,
Χαλκιδικῆς δ᾽ αὐτῆμαρ ἀνηναμένη ἁλὸς ὕδωρ
μέσφ᾽ ἐς Ἀθηναίων προσενήξαο Σούνιον ἄκρον
Χίον νήσοιο διάβροχον ὕδατι μαστὸν
παρθενίης ῾οὔπω γὰρ ἔην Σάμοσ᾽, ἧχι σε νύμφαι
50γείτονες Ἀγκαίου Μυκαλησσίδες 7 ἐξείνισσαν.
ἡνίκα δ᾽ Ἀπόλλωνι γενέθλιον οὖδας ὑπέσχες,
τοῦτό τοι ἀντημοιβὸν ἁλίπλοοι οὔνομ᾽ ἔθεντο,
οὕνεκεν οὐκέτ᾽ ἄδηλος ἐπέπλεες, ἀλλ᾽ ἐνὶ πόντου
κύμασιν Αἰγαίοιο ποδῶν ἐνεθήκαο ῥίζας.
55οὐδ᾽ Ἥρην κοτέουσαν ὑπέτρεσας: μὲν ἁπάσαις
δεινὸν ἐπεβρωμᾶτο λεχωίσιν αἳ Διὶ παῖδας
ἐξέφερον, Λητοῖ δὲ διακριδόν, οὕνεκα μούνη
Ζηνὶ τεκεῖν ἤμελλε φιλαίτερον Ἄρεος υἷα.
τῶ ῥα καὶ αὐτὴ μὲν σκοπιὴν ἔχεν αἰθέρος εἴσω
60σπερχομένη μέγα δή τι καὶ οὐ φατόν, εἶργε δὲ Λητὼ
τειρομένην ὠδῖσι: δύω δέ οἱ εἵατο φρουροὶ
γαῖαν ἐποπτεύοντες, μὲν πέδον ἠπείροιο
ἥμενος ὑψηλῆς κορυφῆς ἔπι Θρήικος Αἵμου
θοῦρος Ἄρης ἐφύλασσε σὺν ἔντεσι, τὼ δέ οἱ ἵππω
65ἑπτάμυχον βορέαο παρὰ σπέος ηὐλίζοντο: [p. 90]
δ᾽ ἐπὶ νησάων ἑτέρη σκοπὸς εὐρειάων
ἧστο κόρη Θαύμαντος ἐπαΐξασα Μίμαντι.
ἔνθ᾽ οἱ μὲν πολίεσσιν ὅσαις ἐπεβάλλετο Λητὼ
μίμνον ἀπειλητῆρες, ἀπετρώπων δὲ δέχεσθαι.
70φεῦγε μὲν Ἀρκαδίη, φεῦγεν δ᾽ ὄρος ἱερὸν Αὔγης
Παρθένιον, φεῦγεν δ᾽ γέρων μετόπισθε Φενειός. 8
φεῦγε δ᾽ ὅλη Πελοπηὶς ὅση παρακέκλιται Ἰσθμῷ,
ἔμπλην Αἰγιαλοῦ τε καὶ Ἄργεος: οὐ γὰρ ἐκείνας
ἀτραπιτοὺς ἐπάτησεν, ἐπεὶ λάχεν Ἴναχον Ἥρη.
75φεῦγε καὶ Ἀονίη τὸν ἕνα δρόμον, αἱ δ᾽ ἐφέποντο
Δίρκη τε Στροφίη τε μελαμψήφιδος ἔχουσαι
Ἰσμηνοῦ χέρα πατρός, δ᾽ εἵπετο πολλὸν ὄπισθεν
Ἀσωπὸς βαρύγουνος, ἐπεὶ πεπάλακτο κεραυνῷ.
δ᾽ ὑποδινηθεῖσα χοροῦ ἀπεπαύσατο νύμφη
80αὐτόχθων Μελίη καὶ ὑπόχλοον ἔσχε παρειὴν
ἥλικος ἀσθμαίνουσα περὶ δρυός, ὡς ἴδε χαίτην
σειομένην Ἑλικῶνος. ἐμαὶ θεαί, εἴπατε Μοῦσαι,
ῥ᾽ ἐτεὸν ἐγένοντο τότε δρύες ἡνίκα Νύμφαι;
νύμφαι μὲν χαίρουσιν, ὅτε δρύας ὄμβρος ἀέξει,
85νύμφαι δ᾽ αὖ κλαίουσιν, ὅτε δρυσὶν οὐκέτι φύλλα.
ταῖς μὲν ἔτ᾽ Ἀπόλλων ὑποκόλπιος αἰνὰ χολώθη, [p. 92]
φθέγξατο δ᾽ οὐκ ἀτέλεστον ἀπειλήσας ἐπὶ Θήβῃ:
Θήβη, τίπτε τάλαινα τὸν αὐτίκα πότμον ἐλέγχεις;
μήπω μή μ᾽ ἀέκοντα βιάζεο μαντεύεσθαι.
90οὔπω μοι Πυθῶνι μέλει τριποδήιος ἕδρη,
οὐδέ τί πω τέθνηκεν ὄφις μέγας, ἀλλ᾽ ἔτι κεῖνο
θηρίον αἰνογένειον ἀπὸ Πλειστοῖο καθέρπον
Παρνησὸν νιφόεντα περιστέφει ἐννέα κύκλοις:
ἀλλ᾽ ἔμπης ἐρέω τι τομώτερον ἀπὸ δάφνης.
95φεῦγε πρόσω: ταχινός σε κιχήσομαι αἵματι λούσων
τόξον ἐμόν: σὺ δὲ τέκνα κακογλώσσοιο γυναικὸς
ἔλλαχες1. οὐ σύ γ᾽ ἐμεῖο φίλη τροφὸς οὐδὲ Κιθαιρὼν
ἔσσεται: εὐαγέων δὲ καὶ εὐαγέεσσι μελοίμην.’
ὣς ἄρ᾽ ἔφη. Λητὼ δὲ μετάτροπος αὖτις ἐχώρει.
100ἀλλ᾽ ὅτ᾽ Ἀχαιιάδες μιν ἀπηρνήσαντο πόληες
ἐρχομένην, Ἑλίκη τε Ποσειδάωνος ἑταίρη
Βοῦρά τε Δεξαμενοῖο βοόστασις Οἰκιάδαο,
ἂψ δ᾽ ἐπὶ Θεσσαλίην πόδας ἔτρεπε, φεῦγε δ᾽ Ἄναυρος
καὶ μεγάλη Λάρισα καὶ αἱ Χειρωνίδες ἄκραι,
105φεῦγε δὲ καὶ Πηνειὸς ἑλισσόμενος διὰ Τεμπέων.


Ἥρη, σοὶ δ᾽ ἔτι τῆμος ἀνηλεὲς ἦτορ ἔκειτο
οὐδὲ κατεκλάσθης τε καὶ ᾤκτισας, ἡνίκα πήχεις
ἀμφοτέρους ὀρέγουσα μάτην ἐφθέγξατο τοῖα [p. 94]
Νύμφαι Θεσσαλίδες, ποταμοῦ γένος, εἴπατε πατρὶ
110κοιμῆσαι μέγα χεῦμα: περιπλέξασθε γενείῳ
λισσόμεναι τὰ Ζηνὸς ἐν ὕδατι τέκνα τεκέσθαι.
Πηνειὲ Φθιῶτα, τί νῦν ἀνέμοισιν ἐρίζεις;
πάτερ, οὐ μὴν ἵππον ἀέθλιον ἀμφιβέβηκας.
ῥά τοι ὧδ᾽ αἰεὶ ταχινοὶ πόδες, ἐπ᾽ ἐμεῖο
115μοῦνοι ἐλαφρίζουσι, πεποίησαι δὲ πέτεσθαι
σήμερον ἐξαπίνης;" δ᾽ ἀνήκοος. " ἐμὸν ἄχθος,
ποῖ σε φέρω; μέλεοι γὰρ ἀπειρήκασι τένοντες.
Πήλιον Φιλύρης νυμφήιον, ἀλλὰ σὺ μεῖνον,
μεῖνον, ἐπεὶ καὶ θῆρες ἐν οὔρεσι πολλάκι σεῖο
120ὠμοτόκους ὠδῖνας ἀπηρείσαντο λέαιναι.’
τὴν δ᾽ ἄρα καὶ Πηνειὸς ἀμείβετο δάκρυα λείβων
Λητοῖ, Ἀναγκαίη μεγάλη θεός. οὐ γὰρ ἔγωγε
πότνια σὰς ὠδῖνας ἀναίνομαι: οἶδα καὶ ἄλλας
λουσαμένας ἀπ᾽ ἐμεῖο λεχωίδας: ἀλλά μοι Ἥρη
125δαψιλὲς ἠπείλησεν. ἀπαύγασαι, οἷος ἔφεδρος
οὔρεος ἐξ ὑπάτου σκοπιὴν ἔχει, ὅς κέ με ῥεῖα
βυσσόθεν ἐξερύσειε. τί μήσομαι; ἀπολέσθαι
ἡδύ τί τοι Πηνειόν; ἴτω πεπρωμένον ἦμαρ:
τλήσομαι εἵνεκα σεῖο καὶ εἰ μέλλοιμι ῥοάων
130διψαλέην ἄμπωτιν ἔχων αἰώνιον ἔρρειν
καὶ μόνος ἐν ποταμοῖσιν ἀτιμότατος καλέεσθαι.
ἠνίδ᾽ ἐγώ: τί περισσά; κάλει μόνον Εἰλήθυιαν.’
εἶπε καὶ ἠρώησε μέμαν ῥόον. ἀλλά οἱ Ἄρης
Παγγαίου προθέλυμνα καρήατα μέλλεν ἀείρας
135ἐμβαλέειν δίνῃσιν, ἀποκρύψαι δὲ ῥέεθρα: [p. 96]
ὑψόθε δ᾽ ἐσμαράγησε καὶ ἀσπίδα τύψεν ἀκωκῇ
δούρατος: δ᾽ ἐλέλιξεν ἐνόπλιον: ἔτρεμε δ᾽ Ὄσσης
οὔρεα καὶ πεδίον Κραννώνιον αἵ τε δυσαεῖς
ἐσχατιαὶ Πίνδοιο, φόβῳ δ᾽ ὠρχήσατο πᾶσα
140Θεσσαλίη: τοῖος γὰρ ἀπ᾽ ἀσπίδος ἔβρεμεν 9 ἦχος.
ὡς δ᾽ ὁπότ᾽ Αἰτναίου ὄρεος πυρὶ τυφομένοιο
σείονται μυχὰ πάντα κατουδαίοιο γίγαντος
εἰς ἑτέρην Βριαρῆος ἐπωμίδα κινυμένοιο,
θερμάστραι 10 τε βρέμουσιν ὑφ᾽ Ἡφαίστοιο πυράγρης
145ἔργα θ᾽ ὁμοῦ, δεινὸν δὲ πυρίκμητοί τε λέβητες
καὶ τρίποδες πίπτοντες ἐπ᾽ ἀλλήλοις ἰαχεῦσι:
τῆμος ἔγεντ᾽ ἄραβος σάκεος τόσος εὐκύκλοιο.
Πηνειὸς δ᾽ οὐκ αὖτις ἐχάζετο, μίμνε δ᾽ ὁμοίως
καρτερὸς ὡς τὰ πρῶτα, θοὰς δ᾽ ἐστήσατο δίνας,
150εἰσόκε οἱ Κοιηὶς ἐκέκλετοσῴζεο χαίρων,
σῴζεο: μὴ σύ γ᾽ ἐμεῖο πάθῃς κακὸν εἵνεκα τῆσδε
ἀντ᾽ ἐλεημοσύνης, χάριτος δέ τοι ἔσσετ᾽ ἀμοιβή.’
καὶ πολλὰ πάροιθεν ἐπεὶ κάμεν ἔστιχε νήσους
εἰναλίας: αἱ δ᾽ οὔ μιν ἐπερχομένην ἐδέχοντο,
155οὐ λιπαρὸν νήεσσιν Ἐχινάδες ὅρμον ἔχουσαι,
οὐδ᾽ ἥτις Κέρκυρα φιλοξεινωτάτη ἄλλων,
Ἶρις ἐπεὶ πάσῃσιν ἐφ᾽ ὑψηλοῖο Μίμαντος
σπερχομένη μάλα πολλὸν ἀπέτραπεν: αἱ δ᾽ ὑπ᾽ ὁμοκλῆς
πανσυδίῃ φοβέοντο κατὰ ῥόον ἥντινα τέτμοι. [p. 98]
160ὠγυγίην δἤπειτα Κόων, Μεροπηίδα νῆσον,
ἵκετο, Χαλκιόπης ἱερὸν μυχὸν ἡρωίνης.
ἀλλά παιδὸς ἔρυκεν ἔπος τόδεμὴ σύ γε, μῆτερ,
τῇ με τέκοις. οὔτ᾽ οὖν ἐπιμέμφομαι οὐδὲ μεγαίρω
νῆσον, ἐπεὶ λιπαρή τε καὶ εὔβοτος, εἴ νύ τις ἄλλη:
165ἀλλά οἱ ἐκ Μοιρέων τις ὀφειλόμενος θεὸς ἄλλος
ἐστί, Σαωτήρων ὕπατον γένος: ὑπὸ μίτρην
ἵξεται οὐκ ἀέκουσα Μακηδόνι κοιρανέεσθαι
ἀμφοτέρη μεσόγεια καὶ αἳ πελάγεσσι κάθηνται,
μέχρις ὅπου περάτη τε καὶ ὁππόθεν ὠκέες ἵπποι
170ἠέλιον φορέουσιν: δ᾽ εἴσεται ἤθεα πατρός.
καί νύ ποτε ξυνός τις ἐλεύσεται ἄμμιν ἄεθλος
ὕστερον, ὁππότ᾽ ἂν οἱ μὲν ἐφ᾽ Ἑλλήνεσσι μάχαιραν
βαρβαρικὴν καὶ Κελτὸν ἀναστήσαντες Ἄρηα
ὀψίγονοι Τιτῆνες ἀφ᾽ ἑσπέρου ἐσχατόωντος
175ῥώσωνται νιφάδεσσιν ἐοικότες ἰσάριθμοι
τείρεσιν, ἡνίκα πλεῖστα κατ᾽ ἠέρα βουκολέονται,
φρούρια καὶ [κῶμαι Λοκρῶν καὶ Δελφίδες ἄκραι]
καὶ πεδία Κρισσαῖα καὶ ἠπείροι [ο φάραγγες] 11
ἀμφιπεριστείνωνται, ἴδωσι δὲ πίονα καπνὸν 12
180γείτονος αἰθομένοιο, καὶ οὐκέτι μοῦνον ἀκουῇ, [p. 100]
ἀλλ᾽ ἤδη παρὰ νηὸν ἀπαυγάζοιντο φάλαγγας 13
δυσμενέων, ἤδη δὲ παρὰ τριπόδεσσιν ἐμεῖο
φάσγανα καὶ ζωστῆρας ἀναιδέας ἐχθομένας τε
ἀσπίδας, αἳ Γαλάτῃσι κακὴν ὁδὸν ἄφρονι φύλῳ
185στήσονται: τέων αἱ μὲν ἐμοὶ γέρας, αἱ δ᾽ ἐπὶ Νείλῳ
ἐν πυρὶ τοὺς φορέοντας ἀποπνεύσαντας ἰδοῦσαι
κείσονται βασιλῆος ἀέθλια πολλὰ καμόντος.
ἐσσόμενε Πτολεμαῖε, τά τοι μαντήια φαίνω.
αἰνήσεις μέγα δή τι τὸν εἰσέτι γαστέρι μάντιν
190ὕστερον ἤματα πάντα. σὺ δὲ ξυμβάλλεο, μῆτερ:
ἔστι διειδομένη τις ἐν ὕδατι νήσος ἀραιή,
πλαζομένη πελάγεσσι: πόδες δέ οἱ οὐχ ἑνὶ χώρῳ,
ἀλλὰ παλιρροίῃ ἐπινήχεται ἀνθέρικος ὥς,
ἔνθα νότος, ἔνθ᾽ εὖρος, ὅπη φορέῃσι θάλασσα.
195τῇ με φέροις: κείνην γὰρ ἐλεύσεαι εἰς ἐθέλουσαν.’
αἱ μὲν τόσσα λέγοντος ἀπέτρεχον εἰν ἁλὶ νῆσοι:
Ἀστερίη φιλόμολπε, σὺ δ᾽ Εὐβοίηθε κατῄεις,
Κυκλάδας ὀψομένη περιηγέας, οὔ τι παλαιόν,
ἀλλ᾽ ἔτι τοι μετόπισθε Γεραίστιον εἵπετο φῦκος:
200...
... φλεξας ἐπεὶ περικαίεο % πυρί, 14
τλήμον᾽ ὑπ᾽ ὠδίνεσσι βαρυνομένην ὁρόωσα:
Ἥρη, τοῦτό με ῥέξον τοι φίλον: οὐ γὰρ ἀπειλὰς
ὑμετέρας ἐφύλαξα: πέρα, πέρα εἰς ἐμὲ Λητοῖ.’ [p. 102]
205ἔννεπες: δ᾽ ἀρητὸν 15 ἄλης ἀπεπαύσατο λυγρῆς,
ἕζετο δ᾽ Ἰνωποῖο παρὰ ῥόον, ὅντε βάθιστον
γαῖα τότ᾽ ἐξανίησιν, ὅτε πλήθοντι ῥεέθρῳ
Νεῖλος ἀπὸ κρημνοῖο κατέρχεται Αἰθιοπῆος:
λύσατο δὲ ζώνην, ἀπὸ δ᾽ ἐκλίθη ἔμπαλιν ὤμοις
210φοίνικος ποτὶ πρέμνον ἀμηχανίης ὑπὸ λυγρῆς
τειρομένη: νότιος δὲ διὰ χροὸς ἔρρεεν ἱδρώς.
εἶπε δ᾽ ἀλυσθμαίνουσατί μητέρα, κοῦρε, βαρύνεις;
αὕτη τοι, φίλε, νῆσος ἐπιπλώουσα θαλάσσῃ.
γείνεο, γείνεο, κοῦρε, καὶ ἤπιος ἔξιθι κόλπου.’
215νύμφα Διὸς βαρύθυμε, σὺ δ᾽ οὐκ ἄρ᾽ ἔμελλες ἄπυστος
δὴν ἔμεναι: τοίη σε προσέδραμεν ἀγγελιῶτις,
εἶπε δ᾽ ἔτ᾽ ἀσθμαίνουσα, φόβῳ δ᾽ ἀνεμίσγετο μῦθος,
Ἥρη τιμηέσσα, πολὺ προὔχουσα θεάων
σὴ μὲν ἐγώ, σὰ δὲ πάντα, σὺ δὲ κρείουσα κάθησαι
220γνησίη Οὐλύμποιο, καὶ οὐ χέρα δείδιμεν ἄλλην
θηλυτέρην, σὺ δ᾽, ἄνασσα, τὸν αἴτιον εἴσεαι ὀργῆς.
Λητώ τοι μίτρην ἀναλύεται ἔνδοθι νήσου.
ἄλλαι μὲν πᾶσαί μιν ἀπέστυγον οὐδ᾽ ἐδέχοντο:
Ἀστερίη δ᾽ ὀνομαστὶ παρερχομένην ἐκάλεσσεν,
225Ἀστερίη, πόντοιο κακὸν σάρον: οἶσθα καὶ αὐτή.
ἀλλά, φίλη, δύνασαι γάρ, ἀμύνειν, πότνια, δούλοις
ὑμετέροις, οἳ σεῖο πέδον πατέουσιν ἐφετμῇ.’
καὶ ὑπὸ χρύσειον ἐδέθλιον ἷζε κύων ὥς,
Ἀρτέμιδος ἥτις τε, θοῆς ὅτε παύσεται ἄγρης,
230ἵζει θηρήτειρα παρ᾽ ἴχνεσιν, οὔατα δ᾽ αὐτῆς
ὀρθὰ μάλ᾽, αἰὲν ἑτοῖμα θεῆς ὑποδέχθαι ὀμοκλήν:
τῇ ἰκέλη Θαύμαντος ὑπὸ θρόνον ἵζετο κούρη.
κείνη δ᾽ οὐδέποτε σφετέρης ἐπιλήθεται ἕδρης,
οὐδ᾽ ὅτε οἱ ληθαῖον ἐπὶ πτερὸν ὕπνος ἐρείσῃ, [p. 104]
235ἀλλ᾽ αὐτοῦ μεγάλοιο ποτὶ γλωχῖνα θρόνοιο
τυτθὸν ἀποκλίνασα καρήατα λέχριος εὕδει.
οὐδέ ποτε ζώνην ἀναλύεται οὐδὲ ταχείας
ἐνδρομίδας, μή οἵ τι καὶ αἰφνίδιον ἔπος εἴπῃ
δεσπότις. δ᾽ ἀλεγεινὸν ἀλαστήσασα προσηύδα
240οὕτω νῦν, Ζηνὸς ὀνείδεα, καὶ γαμέοισθε
λάθρια καὶ τίκτοιτε κεκρυμμένα, μηδ᾽ ὅθι δειλαὶ
δυστοκέες μογέουσιν ἀλετρίδες, ἀλλ᾽ ὅθι φῶκαι
εἰνάλιαι τίκτουσιν, ἐνὶ σπιλάδεσσιν ἐρήμοις.
Ἀστερίῃ δ᾽ οὐδέν τι βαρύνομαι εἵνεκα τῆσδε
245ἀμπλακίης, οὐδ᾽ ἔστιν ὅπως ἀποθύμια ῥέξω,
τόσσα δέοι 16 μάλα γάρ τε κακῶς ἐχαρίσσατο Λητοῖ:
ἀλλά μιν ἔκπαγλόν τι σεβίζομαι, οὕνεκ᾽ ἐμεῖο
δέμνιον οὐκ ἐπάτησε, Διὸς δ᾽ ἀνθείλετο πόντον.’
μὲν ἔφη: κύκνοι δὲ θεοῦ μέλποντες ἀοιδοὶ
250Μῃόνιον Πακτωλὸν ἐκυκλώσαντο λιπόντες
ἑβδομάκις περὶ Δῆλον, ἐπήεισαν δὲ λοχείῃ
Μουσάων ὄρνιθες, ἀοιδότατοι πετεηνῶν:
ἔνθεν παῖς τοσσάσδε λύρῃ ἐνεδήσατο χορδὰς
ὕστερον, ὁσσάκι κύκνοι ἐπ᾽ ὠδίνεσσιν ἄεισαν.
255ὄγδοον οὐκέτ᾽ ἄεισαν, δ᾽ ἔκθορεν, αἱ δ᾽ ἐπὶ μακρὸν
νύμφαι Δηλιάδες, ποταμοῦ γένος ἀρχαίοιο,
εἶπαν Ἐλειθυίης ἱερὸν μέλος, αὐτίκα δ᾽ αἰθὴρ
χάλκεος ἀντήχησε διαπρυσίην ὀλολυγήν,
οὐδ᾽ Ἥρη νεμέσησεν, ἐπεὶ χόλον ἐξέλετο Ζεύς.
260χρύσεά τοι τότε πάντα θεμείλια γείνετο, Δῆλε,
χρυσῷ δὲ τροχόεσσα πανήμερος ἔρρεε λίμνη,
χρύσειον δ᾽ ἐκόμησε γενέθλιον ἔρνος ἐλαίης,
χρυσῷ δὲ πλήμυρε βαθὺς Ἰνωπὸς ἑλιχθείς. [p. 106]
αὐτὴ δὲ χρυσέοιο ἀπ᾽ οὔδεος εἵλεο παῖδα,
265ἐν δ᾽ ἐβάλευ κόλποισιν, ἔπος δ᾽ ἐφθέγξαο τοῖον:
μεγάλη πολύβωμε πολύπτολι πολλὰ φέρουσα,
πίονες ἤπειροί τε καὶ αἳ περιναίετε νῆσοι:
αὐτὴ 17 ἐγὼ τοιήδε, δυσήροτος, ἀλλ᾽ ἀπ᾽ ἐμεῖο
Δήλιος Απόλλων κεκλήσεται, οὐδέ τις ἄλλη
270γαιάων τοσσόνδε θεῷ πεφιλήσεται ἄλλῳ,
οὐ Κερχνὶς κρείοντι Ποσειδάωνι Λεχαίῳ, 18
οὐ πάγος Ἑρμείῃ Κυλλήνιος, οὐ Διὶ Κρήτη,
ὡς ἐγὼ Ἀπόλλωνι: καὶ ἔσσομαι οὐκέτι πλαγκτή.’
ὧδε σὺ μὲν κατέλεξας: δὲ γλυκὺν ἔσπασε μαζόν.
275τῶ καὶ νησάων ἁγιωτάτη ἐξέτι κεἰνου
κλἠζῃ, Ἀπόλλωνος κουροτρόφος: οὐδέ σ᾽ Ἐνυὼ
οὐδ᾽ Ἀίδης οὐδ᾽ ἵπποι ἐπιστείβουσιν Ἄρηος:
ἀλλά τοι ἀμφιετεῖς δεκατηφόροι αἰὲν ἀπαρχαὶ
πέμπονται, πᾶσαι δὲ χοροὺς ἀνάγουσι πόληες,
280αἵ τε πρὸς ἠοίην αἵ θ᾽ ἕσπερον αἵ τ᾽ ἀνὰ μέσσην
κλήρονς ἐστήσαντο, καὶ οἳ καθύπερθε βορείης
οἰκία θινὸς ἔχουσι, πολυχρνιώτατον αἷμα.
οἱ μέν τοι καλάμην τε καὶ ἱερὰ δράγματα πρῶτοι
ἀσταχύων φορέουσιν: Δωδώνηθι 19 Πελασγοὶ [p. 108]
285τηλόθεν ἐκβαίνοντα 20 πολὺ πρώτιστα δέχονται,
γηλεχέες θεράποντες ἀσιγήτοιο λέβητος:
δεύτερον Ἱερὸν ἄστυ καὶ οὔτεα Μηλίδος αἴης
ἔρχονται: κεῖθεν δὲ διαπλώουσιν Ἀβάντων
εἰς ἀγαθὸν πεδίον Ληλάντιον: οὐδ᾽ ἔτι μακρὸς
290 πλόος Εὐβοίηθεν, ἐπεὶ σέο γείτονες ὅρμοι.
πρῶταί τοι τάδ᾽ ἔνεικαν ἀπὸ ξανθῶν Ἀριμασπῶν
Οὖπίς τε Λοξώ τε καὶ εὐαίων Ἑκαέργη,
θυγατέρες Βορέαο, καὶ ἄρσενες οἱ τότ᾽ ἄριστοι
ἠιθέων: οὐδ᾽ οἵ γε παλιμπετὲς οἴκαδ᾽ ἵκοντο,
295εὔμοιροι δ᾽ ἐγένοντο, καὶ ἀκλέες οὔποτ᾽ ἐκεῖνοι.
τοι Δηλιάδες μέν, ὅτ᾽ εὐήχης ὑμέναιος
ἤθεα κουράων μορμύσσεται, ἥλικα χαίτην
παρθενικαῖς, 21 παῖδες δὲ θέρος τὸ πρῶτον ἰούλων
ἄρσενες ἠιθέοισιν ἀπαρχόμενοι φορέουσιν.


300Ἀστερίη θυόεσσα, σὲ μὲν περί τ᾽ ἀμφί τε νῆσοι
κύκλον ἐποιήσαντο καὶ ὡς χορὸν ἀμφεβάλοντο:
οὔτε σιωπηλὴν οὔτ᾽ ἄψοφον οὖλος ἐθείραις
ἕσπερος, ἀλλ᾽ αἰεί σε καταβλέπει ἀμφιβόητον.
οἱ μὲν ὑπαείδουσι νόμον Λυκίοιο γέροντος,
305ὅν τοι ἀπὸ Ξάνθοιο θεοπρόπος ἤγαγεν Ὠλήν:
αἱ δὲ ποδὶ πλήσσουσι χορίτιδες ἀσφαλἐς οὖδας.
δὴ τότε καὶ στεφάνοισι βαρύνεται ἱρὸν ἄγαλμα [p. 110]
Κύπριδος ἀρχαίης ἀριήκοον, ἥν ποτε Θησεὺς
εἵσατο σὺν παίδεσσιν, ὅτε Κρήτηθεν ἀνέπλει.
310οἳ χαλεπὸν μύκημα καὶ ἄγριον υἷα φυγόντες
Πασιφάης καὶ γναμπτὸν ἕδος σκολιοῦ λαβυρίνθου,
πότνια, σὸν περὶ βωμὸν ἐγειρομένου κιθαρισμοῦ
κύκλιον ὠρχήσαντο, χοροῦ δ᾽ ἡγήσατο Θησεύς.
ἔνθεν ἀειζώοντα θεωρίδος ἱερὰ Φοίβῳ
315Κεκροπίδαι πέμπουσι, τοπήια νηὸς ἐκείνης.


Ἀστερίη πολύβωμε πολύλλιτε, τίς δέ σε ναύτης
ἔμπορος Αἰγαίοιο παρήλυθε νηὶ θεούσῃ;
οὐχ οὕτω μεγάλοι μιν ἐπιπνείουσιν ἀῆται,
χρειὼ δ᾽ ὅττι τάχιστον ἄγει πλόον, ἀλλὰ τὰ λαίφη
320ὠκέες ἐστείλαντο καὶ οὐ πάλιν αὖτις ἔβησαν,
πρὶν μέγαν 22 σέο βωμὸν ὑπὸ πληγῇσιν ἑλίξαι
ῥησσόμενον καὶ πρέμνον ὀδακτάσαι ἁγνὸν ἐλαίης
χεῖρας ἀποστρέψαντας: Δηλιὰς εὕρετο νύμφη
παίγνια κουρίζοντι καὶ Ἀπόλλωνι γελαστύν.
325ἱστίη νήσων εὐέστιε, χαῖρε μὲν αὐτή,
χαίροι δ᾽ Ἀπόλλων τε καὶ ἣν ἐλοχεύσατο 23 Λητώ.

1 ei)/ pot' Reiske. But the text is #3uite right.

2 a)ei/sh| schol. Lycophr. 275 ; a/ei/sei.

3 toi/h MSS.

4 x' w(s MSS.

5 de\ pa/sas MSS.; d' e)la/ssas Meineke; d' e)pa/ras Schneider.

6 polla/ki s' e)k marg. Taur., corr. Meineke; polla/kis e)k.

7 *mukalhssi/des Blomf., cf. Steph. Byz. s.v.; *mukalhsi/des.

8 *feneio/s Arnaldus; *fenaio/s.

9 e)/bremen e; e)/bramen A; e)/braxen other MSS.

10 qerma/strai Hesychius; qermau/strai.

11 The best MSS. and the Aldine (1513) have only frou/ria kai\ (177) and kai\ pedi/a *krissai=a kai\ h)/peiroi (178). The sords in brackets are a sorthless attempt to supply the lacunae and are found only in the late and inferior MSS. (Schneider' s LMNO).

12 karpo\n MSS.; corr. Reiske.

13 fa/lagges MSS.; corr. Bentley.

14 The better MSS. leave a vacant space for line 2000 and of line 201 have only fle/cas e)pei\ perikai/eo puri/ (kh=ri emend. Bentley'. Only the late and inferior MSS. (Schneider's LMNO) supply e)/sths d' e)n me/ssh|si katoiktei/rasa de\ *lhtw\ %5 fu=kos a(/pan kate/flecas, or similar sords; a very bad attempt to fill the lacuna. Some verb of speaking seems necessary.

15 a)rhto\n Dilthey; a)/rhton.

16 de/ oi( MSS.; de/w Reiske.

17 au(/th Reiske.

18 *lexai/ou Hemsterhuis.

19 *dwdw/nhqi marg. Taur.; *dwdw/nhqe.

20 ei)sbai/nonta Meineke.

21 parqenikai=s marg. e; parqenikai/.

22 me/gan h)\ (h)=) MSS.; mega/lh Wilamositz.

23 h(\n e)loxeu/sato MSS.; h(\ e)l. Stephanus; h(/ sf' e)l. Meineke; h(\ )nel. Schneider; h(\n e)loxeu/sao Wilamos.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Ulrich von Wilamowitz-Moellendorff, 1897)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: