next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἄριστε Ἀχιλλεῦ, τὸ μὲν θυμοῦσθαί σε καὶ χαλεπαίνειν ἐφ᾽ οἷς ὑβρίσθης οὐδὲν ἀπεικὸς, οὐκοῦν ἄχρι τούτου γε. ἐγὼ δ᾽, εἰ μὲν τῆς αὐτῆς γνώμης ἔτι καὶ νῦν Ἀγαμέμνων εἴχετο, περὶ ὧν ἥμαρτεν ἔξαρνος ἦν, οὐκ ἂν παρῃτούμην, ἀλλ᾽ εἴων ὅπως ποτέ σοι δοκεῖ ποιεῖν: ἐπεὶ δὲ ὑπὲρ αὐτοῦ τούτου καὶ δεήσεις ποιεῖται καὶ δῶρα τὰ μὲν δίδωσι, τὰ δ᾽ ἐπαγγέλλεται, τί ἄν τις ἐξελέγχοι τόν γε ὁμολογοῦντα; ἀλλ᾽ ὥσπερ ἐκεῖνός σοι συγχωρεῖ δίκαια λέγειν, οὕτω καὶ σὺ πείθου παραιτουμένῳ: εἰ δὲ μὴ, πῶς οὐκ ἄτοπον πρῶτον μὲν τὴν αὐτὴν γνώμην ἔχειν ἥνπερ πρὸ τοῦ πρὸς τὸν οὐκέτι τὴν αὐτὴν ἔχοντα; ἔπειτα σκόπει μὴ τὴν δίκην ὧν ἐκείνῳ μέμφῃ παρ᾽ ἡμῶν λάβῃς. [p. 586] εἰ μὲν γὰρ ἅπασι χαλεπῶς ἔχεις, εἰπὲ πρὸς Διὸς ἀνθ᾽ ὅτου, εἰ δ᾽ ἀπολύεις τούς γε ἄλλους αἰτίας, κοινὸς ἁπάντων κίνδυνος. ὥστε πῶς δίκαιος εἶ περιορᾶν; ὅπως νὴ Δία ἐκεῖνος ἔτι μᾶλλον μισοῖτο ὑπὸ πάντων διὰ ταῦτα; ἀλλὰ μάλιστα μὲν δέδοικα μὴ οὐ λειφθῶσιν οἱ μισήσοντες: οὕτω πυκνοὶ πίπτουσιν. ἔπειτα νῦν γε πρὸς θεῶν πῶς ἄλλως γνώμης οἴει ἔχειν αὐτούς. δέδοικα μέντοι μὴ σοῦ πλεονάζοντος τοὐναντίον σὺ βούλει γένηται, κἀκεῖνον ἀφέντες, εἶτά σοι μέμφωνται. μὴ γὰρ οἴου τὸν μὲν πρότερον ἄρξαντα τῆς ὀργῆς ὑπαίτιον εἶναι, τὸν δὲ μηδ᾽


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: