next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὔτε Φιλίππου θαυμάσαι τις ἂν, ἄνδρες Θηβαῖοι, τὰ εἰωθότα πράττοντος: πολὺ γὰρ πλείους ἐξαπατῶν τοῖς ὅπλοις κεχείρωται, καὶ νῦν καθ᾽ ὑμῶν ἐλπίζων πάρεστιν: τε δῆμος τῶν Ἀθηναίων τὴν εἰωθυῖαν ἑαυτῷ καὶ πάτριον τάξιν φυλάττων ἀπέστειλεν ἡμᾶς δεῦρο, εἰ μὲν ἀγνοεῖτε, ἐν ὅτοις εἴητε διδάξοντας, εἰ δ᾽ ἐπίστασθε, ὑφεξομένους τὴν βοήθειαν καὶ νὴ Δία δείξοντας ὁμοῦ τοῖς λόγοις. ὑμέτερον δ᾽ ἐστὶ μὴ χείρους γενέσθαι τῆς τύχης, μηδ᾽ ὅσα μὲν καθ᾽ ὑμῶν καιρὸς ἔχει συγκαταστῆσαι κύρια, δ᾽ ἀντίρροπα τούτων ὑπάρχει προεμένους ὕστερον ζητεῖν. ἓν μὲν οὖν εὖ ποιῶν ὡμολόγηκε Φίλιππος, τὰ πολλὰ ταῦτα καὶ θαυμαστὰ διεξῄεσαν ἀρτίως οἱ πρέσβεις, αὐτοῦ χάριν, οὐχ ὑμῶν εἰργάσθαι: οὐ γὰρ ἂν ἐνταῦθ᾽ ἔληγεν οὐδ᾽ ᾔτει ταῦθ᾽ ἅπερ νυνί. ὑμεῖς δ᾽ εἰ μὲν ἴσα ἀντ᾽ ἴσων ἀποδώσειν μέλλετε, οὐ νεμεσῶμεν, ἀλλ᾽ ἔστω ταυτὸν ἐκείνῳ τὸ δοκοῦν καὶ ὑμῖν δίκαιον: εἰ δ᾽ [p. 712] χάρις δουλεύειν ἐστὶν, οὐδέτερόν μοι δοκῶ γιγνώσκειν, οὔθ᾽ ὁποῖον τοιοῦτον ἐκεῖνος ὑμᾶς εὖ πεποίηκεν οὔθ᾽ τι τοσοῦτον μέμψασθε ὑμῖν αὐτοῖς, ὥστε τοσαύτην ἐθελοντὰς δοῦναι δίκην. σκέψασθε δ᾽ εὐθὺς ἀπ᾽ αὐτοῦ τούτου τὸ διάφορον τῆς πρεσβείας ἑκατέρας. Φίλιππος μὲν γὰρ ἀπέσταλκεν, αὑτῷ βοηθεῖν ἀξιῶν ὑμᾶς, ἡμεῖς δ᾽ ἥκομεν αὐτοὶ βοηθεῖν ὑμῖν ἐθέλοντες, ἐὰν δέχησθε. ὅτι δ᾽ οὐδὲν καινὸν οὐδ᾽ ἔξω τῶν εἰωθότων πράττομεν, ἕν τι τῶν πᾶσι γνωρίμων ἀναμνήσθητε. ὅτε γὰρ πρῶτον ἀπηλλάγητε Λακεδαιμονίων μετὰ τὴν πολλὴν ἐκείνην φιλίαν καὶ συνήθειαν, ἣν οὐχ ὑμεῖς ἐλύσατε, ἀλλ᾽ ἐκεῖνοι,


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: