next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μεθ᾽ ὑμῶν, Ἀθηναῖοι, σκεψόμενος παρῆλθον ποτέροις δεῖ με συνειπεῖν. ἡγοῦμαι δὲ καὶ ὑμᾶς ὀρθῶς ἄν τι ποιεῖν, εἰ μὴ τοῖς πάλαι κεκρικόσι μηδὲ τοῖς ἐφ᾽ ἑαυτῶν προσέχοιτε, ἀλλὰ τοῖς τὰ συμβησόμενα ἐκ τῶν λογισμῶν ἀναμένουσι. τὸ γὰρ ταυτὰ συμβουλεύειν ὑμῖν τε καὶ αὑτῷ, τοῦτ᾽ εἶναί μοι δοκεῖ σκοπεῖν ἐν κοινῷ περὶ τῶν πραγμάτων, μὴ προκατειλημμένον. οὐκοῦν Λακεδαιμόνιοι μὲν, ὡς ὑμεῖς τε ἠκούσατε κἀγώ φημι, παρεσπόνδησαν τὴν Καδμείαν κατασχόντες, καὶ πλεονεξίας ἐπίδειγμα ἐποιήσαντο οὐχ ἧττον Θηβαῖοι παρελθόντες εἰς Πλαταιάς ποτε: Θηβαῖοι δ᾽ οὕτως ἰσχυροὶ γεγόνασιν ὡς συνενηνοχέναι αὐτοῖς ἀδικηθεῖσιν. ἐχόντων δὲ οὕτω τούτων κατηγορία μὲν ἐν Λακεδαιμονίοις, φόβος δ᾽ ἐν Θηβαίοις ἐστίν. εἰ μὲν οὖν δικάζομεν αὐτοῖς, ἠδικηκέναι τοὺς Λακεδαιμονίους ψηφιζόμεθα καὶ δικαίως πεπόνθασι πεπονθέναι: εἰ δὲ μέμικταί τι βουλῆς καὶ ὑπὲρ ἡμῶν αὐτῶν ἡμῖν, οὐκ αὐξήσομεν τοὺς Θηβαίους οὐδὲ τῆς Λακεδαιμονίων ἀγνωμοσύνης κληρονόμους ποιήσομεν. οὐ γὰρ εἰ δικαίως ἐκείνους ἀναιρήσουσι, τοῦτο σκεψόμεθα, ἀλλ᾽ εἰ ταυτὸν τοῦτο καὶ ἡμᾶς ἀδίκως ποιῆσαι δυνήσονται, τοῦτο φοβησόμεθα: καὶ τὸ παράδειγμα νῦν ἡμᾶς πεποίηκε τοῖς Θηβαίοις συναλγεῖν οὐ βουλησόμεθα ἐλθεῖν ἐφ᾽ ἡμᾶς, τῶν νῦν [p. 672]ἀνθελκόντων ἐκποδὼν γενομένων. ἐγκλήματα δ᾽, ἄνδρες Ἀθηναῖοι, πολλὰ μὲν ὑμῖν ὑπάρχει πρὸς Θηβαίους, πολλὰ δὲ πρὸς Λακεδαιμονίους, πρὸς ὁποτέρους δὲ πλείω καὶ μείζω οὐ διαφέρομαι, πλὴν οἶδ᾽ ὅτι εἰ ἓν ὧν ἐπεχείρησαν Θηβαῖοι κατώρθωσαν, οὐκ ἂν νῦν ἐβουλευόμεθα. ἀλλ᾽ ἐάσω τό γε μηδ᾽ ἔργῳ συμβὰν θεῶν τινος μεγάλῃ προνοίᾳ: πάλιν δέ με ὕπεισιν ὡς οὐδ᾽ αὐτοῦ τούτου παντάπασιν


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: