next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

συνεύξασθαι μὲν, Ἀθηναῖοι, τῇ πόλει καὶ ταῦτα καὶ πόλλ᾽ ἕτερα ἐμοί τε ἥδιστον πάντων καὶ ὑμῖν οἶδ᾽ ὅτι πᾶσι πρόχειρον. ἐγὼ δὲ καὶ ὅτε πρῶτον περὶ τῶν Σικελικῶν τούτων ἐσκοπεῖσθε, βουλῆς ἀγαθῆς ᾤμην δεῖν καὶ νῦν ἔτι πλέονος: μιᾷ γὰρ ἡμέρᾳ τῇ αὐτῇ περί τε ἀρχῆς προσθήκης βουλευόμεθα καὶ περὶ σωτηρίας ἡμῶν αὐτῶν. καὶ τοὺς μὲν λόγους οὓς ἥδιστ᾽ ἂν ἀκούσαιτ᾽ οὐκ ἀγνοῶ, τὰ δὲ πράγματα ἐν τούτῳ καθέστηκεν ὥστε μηδὲ βουλομένῳ τὴν χρείαν εἶναι παρελθεῖν. πολὺ γὰρ βέλτιον αὐτὸν ὑμῖν, ἂν ἄρα συμβῇ, προσκροῦσαι πείθοντα καὶ διδάσκοντα περιιδεῖν ἡμᾶς περιπεσόντας ἡμῖν αὐτοῖς. παρασκευῆς μὲν οὖν οὕτως ἔχω καὶ γνώμης, ἀξιῶ δὲ γενέσθαι μοι μετὰ παρρησίας εἰπεῖν. εἰ μὲν γὰρ εὐθὺς ἀκούσαντας ἔδει παρὰ γνώμην τι πράττειν, καλῶς εἶχεν ἴσως φυλάττεσθαι: ἐπεὶ δὲ ἐφ᾽ ὑμῖν ἐστι σκεψαμένους ἑλέσθαι τῶν λεχθέντων ὁπότερ᾽ ἂν βούλησθε, οὐκ ὀρθῶς ἔχει φεύγειν τὴν αἵρεσιν, ἀλλὰ θέντας ἄμφω παρ᾽ ἄλληλα γενέσθαι τοῦ κρείττονος. χωρὶς δὲ τούτων εἰ μὲν ἦν ταῖς τῶν λόγων ἡδοναῖς προσάγειν τὰ πράγματα, δυστυχία μὴ [p. 572] τοῦτον τὸν τρόπον αἱρεῖσθαι δημηγορεῖν: ἐπεὶ δ᾽ οὐχ ὅπως ἂν σχήματος οἱ λόγοι σχῶσι, τοιαῦτα ἀποβαίνει τὰ πράγματα, ἀλλ᾽ ὅπως ἂν ἐκεῖνα τύχῃ τέλους, οὕτως οἱ ῥηθέντες ἐν ἀρχῇ περὶ αὐτῶν ἔδοξαν ἔχειν λόγοι, δεῖ δέχεσθαι τοὺς ἐπ᾽ εὐνοίᾳ καὶ μὴ μικροῦ μέρους ἡμέρας τὸ μέλλον ἅπαν προΐεσθαι. ὅπου γὰρ οὐδὲ ἐν αὐτοῖς τοῖς πράγμασιν εὖ φρονούντων ἐστὶ τὰ μείζω τῶν ἐλαττόνων ἀποδίδοσθαι, που λόγου γε χάρις πρόσκαιρος οὐκ ἀντάξιον τῆς εἰς ὕστερον ἀσφαλείας τῶν ὅλων. πρῶτον μὲν οὖν πρὸς τὰ τελευταῖα τῶν εἰρημένων ἀποκρινοῦμαι: ἔπειτα καὶ τὴν τῶν ἄλλων ἐξέτασιν, ὡς ἂν οἷός τε , ποιήσασθαι πειράσομαι. φημὶ γὰρ ἀμφοτέρους ὀρθῶς γιγνώσκειν, Ἀθηναῖοι, ὅσοι τε ἐξ ἀρχῆς ταύτην ἔχοντες τὴν


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: