next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὸ μὲν κατηγορεῖν, Ἀθηναῖοι, Νικίου καὶ λέγειν ὡς οὔτ᾽ ἐξ ἀρχῆς ἐκπλεῖν ἐνθένδε ἐβούλετο νῦν τε δυοῖν θάτερον, πλείω καὶ μείζω τὰ δυσχερῆ ποιεῖ τῷ λόγῳ, εἰ τὰ μάλιστα ταῦθ᾽ οὕτως ἔχει, πάντως αὐτός ἐστ᾽ αἴτιος, ἄλλῳ παρίημι. καὶ γὰρ οὔτε φύσει πρὸς ἀνδρὸς σώφρονος προχείρως ἐθέλειν αἰτιᾶσθαι καὶ ὁντιναοῦν τῶν πολιτῶν, Νικίᾳ τε εἰς εὔνοιαν πλείων μερὶς παρὰ πάντων ἡμῶν ἐκ τῶν ὑπαρχόντων, ἂν τὰ δίκαια ποιῶμεν, ὀφείλεται. καὶ ὅπως γε εἰδῆτε, Ἀθηναῖοι, ὅσον φιλονεικίας τοῦ βασκαίνειν τὸν ἄνδρα ἀφέστηκα, τὴν ἀρχὴν ἀπὸ τούτου ποιήσομαι. δυοῖν γὰρ ὄντοιν ὑπὲρ ὧν βουλεύεσθε, ἑνὸς μὲν καὶ πρώτου πότερα χρὴ μεταπέμπεσθαι τὴν στρατιὰν, πέμπειν βοήθειαν, ἑτέρου δὲ τοῦ παραλύειν μὴ Νικίαν τῆς ἀρχῆς, ἐὰν τὸ πέμπειν κρατῇ, φημὶ χρῆναι Νικίαν ἄρχειν πρὸς οἷς ἂν προέλησθε νυνὶ καὶ μηδὲν πράττειν ἐκείνου χωρίς. ὡς δὲ οὔτ᾽ ἐγχωρεῖ τοὺς [p. 553] ἐκεῖθεν καλεῖν, πέμπειν τε ἀνάγκη τοὺς βοηθήσοντας, ταῦτα ἀκούσατε. ἔστι δὴ πρῶτον, Ἀθηναῖοι, τῆς συμβουλῆς ἐπανεῖναι τὴν παροῦσαν ἀθυμίαν, λογιζομένους ὡς οὐδενὶ τῶν παρ᾽ ἡμῶν οὕτω τἀκεῖ διάκειται. οὔτε γὰρ ταῖς παρασκευαῖς ἡττήμεθα τῶν πολεμίων οὔτε τὰς φύσεις δή που χείρους ἂν εἶναι φήσαιμεν, ἀλλ᾽ ἕνεκα μὲν τούτων κἂν πάλαι πέρας εἶχε τὰ πράγματα, καὶ οὐ χεῖρον τις ἂν ηὔξατο ἦν. τὸ δὲ μήτε ταχεῖαν τὴν ἐπιχείρησιν γενέσθαι μήτ᾽ ἐπ᾽ αὐτὰς εὐθὺς πλεῦσαι τοὺς στρατηγοὺς


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: