next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐμοὶ δὲ, ἄνδρες Ἕλληνες, συνέβη ταυτὸν ὅπερ τοῖς ἐν ταῖς τραγῳδίαις μέχρι πολλοῦ σιωπῶσιν, ἔπειτα καιροῦ παρασχόντος φθεγξαμένοις πρὸς χορὸν, πρὸς ὁντιναδήποτε. πάντα γὰρ τὸν ἄνω χρόνον κατασχὼν ἐμαυτὸν ἐξ οὗ ταῦθ᾽ σύνιστε ἐγένετο, καὶ οὔτε πρὸς παραμυθίαν τῶν πολιτῶν ὁρμήσας οὔτ᾽ ἄλλο πράξας οὐδὲν ἀλλ᾽ τοῖς προστάταις ὅσα καιρὸς ἦν ἐπιστείλας καὶ τἀκεῖθεν ἀποσκοπῶν, ἐπειδὴ καλῶς ποιοῦντες οἱ θεοὶ καὶ οἱ θεῶν γνώμῃ βασιλεῖς ἡμῖν αὐτοί τε κυβερνώμενοι καὶ τὰ τῶν ἀνθρώπων ἄγοντες πράγματα τὴν ἀλλοτρίαν τῆς πόλεως ἀπωσάμενοι τύχην τὴν χρηστὴν καὶ πάλαι προσήκουσαν ἀντεισήγαγον, οἶμαί τι κἂν αὐτὸς ἐν καιρῷ τυχεῖν εἰπών. εἰ μὲν οὖν ἐξῆν ἐμοὶ κινεῖσθαι ὅποι βούλομαι, παρὼν ἂν ὑμῖν διελεγόμην: κατέχοντος δὲ τοῦ σωτῆρος διὰ τῶν γραμμάτων ὁμιλία κατελείπετο. καὶ τοῦτ᾽ εἰ μέν ἐστιν εἰς παράδειγμα ἀνενεγκεῖν, οὐ χρὴ θαυμάσαι: εἰ δ᾽ ἄλλῳ μὲν οὐδενί πω μέχρι τούτου πέπρακται, προσήκει δὲ ἡμῖν, οὐκ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: