next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πάλαι ποτὲ ἡδίων ᾁδειν Ἐλευσὶς ἐμοὶ τίς Ὀρφεὺς Θάμυρις ποῖος Ἐλευσίνιος οἰκήτωρ Μουσαῖος ἀρκέσει τοσούτῳ πράγματι; ποίαις κιθάραις λύραις τὸ κοινὸν πτῶμα, τὸ κοινὸν τῆς γῆς, ἀνακλαύσεται; τίνα ταύτην προὔβαλες Ζεῦ τὴν ὑπόθεσιν; ἐγὼ μὲν καὶ προσάγων ἐμαυτὸν τῷ λόγῳ ναρκῶ καὶ ἀναστρέφω καὶ καθ᾽ ἓν τοῦτο λέγειν ἀναγκάζομαι, ὅτι σιγᾶν οὐκ ἔχω. τίς γὰρ Ἑλλήνων τίς βαρβάρων οὕτω σκαιὸς ἀνήκοος, τίς οὕτω σφόδρα ἔξω τῆς γῆς θεῶν, συλλήβδην εἰπεῖν καλῶν ἀναίσθητος, πλὴν τῶν κάκιστ᾽ ἀπολουμένων, οἳ ταῦτ᾽ ἔδρασαν, ὅστις οὐ κοινόν τι τῆς γῆς τέμενος τὴν Ἐλευσῖνα ἡγεῖτο, καὶ πάντων ὅσα θεῖα ἀνθρώποις, ταυτὸν φρικωδέστατόν τε καὶ φαιδρότατον; τίνι δ᾽ ἄλλῳ χωρίων μύθων φῆμαι θαυμαστότερα ἐφύμνησαν, τὰ δρώμενα μείζω ἔσχε τὴν ἔκπληξιν, μᾶλλον εἰς ἐφάμιλλον


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: