next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τί δ᾽ ἂν εἴποις τὸ φρέαρ τὸ ἱερόν; δῆλον ὅτι τὴν τοῦ λόγου μέμφει φύσιν ὡς οὐχ ἱκανῶς ἐπὶ πάντα ἀφικνουμένην οὐδ᾽ ἐνδείξασθαι δυναμένην ἐνίοτε ἀρκούντως τὸ ὄν; τοῦτο γοῦν οὐδ᾽ ἂν εἷς λόγος ὁποῖόν τι τὸ κάλλος καὶ τὴν ἡδονήν ἐστιν ἐνδείξαιτο, ἀλλ᾽ ἀμείνους ἐσμὲν πίνειν τούτου τοῦ ὕδατος καὶ λούεσθαι καὶ προσορᾶν ἡδέως ἔχειν εἰπεῖν τι περὶ αὐτοῦ, ὥσπερ οἱ τῶν καλῶν ἐρῶντες, οἳ τῇ μὲν δυνάμει τοῦ κάλλους ἑαλώκασι καὶ ἴσασιν οἵων ἐρῶσιν, ἐὰν δέ τις αὐτοὺς ἔρηται, οὐκ ἂν ἔχοιεν εἰπεῖν περὶ ἀπόντων, παρόντας δὲ οἶμαι δείξαιεν ἄν. τὸ δ᾽ αὐτὸ καὶ ἐπὶ τοῦ φρέατος πεπόνθαμεν, καὶ ἐσμὲν ἐρασταὶ μὲν αὐτοῦ πάμπολλοι, μᾶλλον δὲ πάντες σχεδὸν, ὁποίου δὲ ὄντος οὐκ ἔχομεν εἰπεῖν. ἀλλ᾽ ἐάν τινα ἡμῶν ἀπολαβών τις ἐρωτᾷ, παραλαβόντες ἂν αὐτὸν ἄγειν ἀξιοίημεν ἐπ᾽ αὐτὸ καὶ δεικνύοιμεν. τῷ δὲ οὐδὲ τοῦτο ἀποχρήσει, γευσάμενος δὲ καὶ πειραθεὶς τοῦ παρ᾽ Ὁμήρῳ λωτοῦ γεγεῦσθαι δόξει, μένειν ἐθέλων καὶ χαλεπῶς ἀξιῶν ἀποχωρεῖν ἀπ᾽ αὐτοῦ. ἀλλ᾽ οὐ μὲν δὴ χρὴ τὸ τῶν διψώντων, φασὶ, πίνειν σιωπῇ, ἀλλ᾽ ἐπικοσμῆσαί τι καὶ λόγῳ, [p. 409] καὶ προσειπεῖν τόν τε σωτῆρα θεὸν, οὗ καὶ τόδ᾽ ἐστὶν ἔργον τε καὶ ποίημα, καὶ τὰς ἐχούσας αὐτὸ Νύμφας καὶ συνεργαζομένας, καὶ ἡμῖν χρῆσθαι τῇ χάριτι τοῦ θεοῦ χαριζομένας τε καὶ συνυπηρετούσας. τίς οὖν δὴ γένοιτ᾽ ἂν ἀρχὴ, ὥσπερ ἡνίκ᾽ ἂν ἀπ᾽ αὐτοῦ πίνωμεν, προσθέντες τοῖς χείλεσι τὴν κύλικα οὐκέτι ἀφίσταμεν, ἀλλ᾽ ἀθρόον εἰσεχεάμεθα, οὕτω καὶ λόγος ἀθρόα πάνθ᾽ ἕξει λεγόμενα; ἔστω δὲ ἀντὶ τῆς τῷ χείλει προσαγωγῆς ἐκεῖνο ἡμῖν, ὅτι ἐν τῷ καλλίστῳ τῆς πάσης οἰκουμένης ἐστίν. γὰρ ἐξ ἁπάντων χωρίων εἵλετο θεὸς ὡς ὑγιεινότατον καὶ καθαρώτατον, καὶ ταῖς εὐεργεσίαις ταῖς παρ᾽ αὑτοῦ πεποίηκεν ἁπάντων ἐκφανέστατον, που σφόδρα τοῦτο


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: