next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

κλῦτε φίλοι, θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος, ἔφη αὐτὸ τὸ ὄναρ. ταύτην γὰρ δὴ ἐδόκουν ἀρχὴν ποιεῖσθαι τοῦ λόγου, ὡς ὕπαρ τὸ ὄναρ σκοπῶν ἐπ᾽ ἐμαυτοῦ: ἐχέτω δὴ καὶ τὸ ἐνύπνιον ὡς ὕπαρ, καὶ τὸ δρώμενον ὡς πρόρρησις εἶχεν. ἦν δὲ νοῦς ἄρα ἐγκώμιον ποιῆσαι Ποδαλειρίῳ: τὸ μὲν πρῶτον Ποδαλειρίῳ, μετὰ δὲ τοῦτο ὑπήχθην εἰς Μαχάονα. ἀποροῦντι δέ μοι ὁπότερον χρὴ ἐπαινεῖν, τέλος ἔδοξεν ἀμφοτέρους. οὔτε γὰρ ἔτι θεμιτὸν εἶναι παραλιπεῖν τὸν ἕτερον, ἐπειδή γε ἀμφοῖν ἔσχον ἔννοιαν, ὁπότερός τε εἴη ἐκ τοῦ ὀνείρατος, ἓν ἔσεσθαι πάντως ἀμφοῖν ἐπαινουμένων: καὶ ἐμοὶ πρός τε ἐκεῖνον καὶ πρὸς ἀμφοτέρους ἕξειν καλῶς. εἶεν. θεοῦ δὴ προβαλόντος, πότερον δεδιέναι χρὴ μειζόνως θαρρεῖν, δεδιέναι μὲν ἀνάγκη, μὴ χεῖρον ἐπιδειξώμεθα ἐν τοσούτῳ κριτῇ, αἱ δὲ ἐλπίδες καλλίους: αὐτῷ γὰρ μελήσειν εἰκός. οὐ γὰρ ἂν προὔβαλεν, εἰ μὴ κατὰ νοῦν ἔμελλεν αὐτῷ γενήσεσθαι τὸ συμβαῖνον ἐκ τοῦ λόγου. πρὸς δὲ καὶ καλέσαι βοηθὸν τῷ λόγῳ θαυμαστῶς ὡς εἰς ἐπιτήδειον καθέστηκεν. εἰ γὰρ οἱ ποιηταὶ τὰ δοκοῦνθ᾽ ἑαυτοῖς ὥστ᾽ εἰπεῖν τὸν Ἀπόλλω [p. 72] καὶ τὰς Μούσας καλοῦσιν, που καλλίων κλῆσις ἡμῖν, ὅταν αὐτοῦ τοῦ προβαλόντος δεώμεθα μουσηγέτην ἅμα τῷ πατρὶ γενέσθαι. ἀλλ᾽ πολλὰ δὴ πολλάκις κληθεὶς, ἔχω δ᾽ εἰπεῖν ὅτι καὶ παραδείξας καὶ ἄλλα καὶ περὶ αὐτοὺς τοὺς λόγους, ἔξαγε καὶ νῦν ὅπη σοι φίλον τὸν


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: