next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπειδὴ τῆς γε Ὀλυμπικῆς πανηγύρεως ἀπελείφθην τύχῃ τινι ἀδυνάτως ἔχων κατὰ τὸ σῶμα συμμετασχεῖν ὑμῖν τῶν γιγνομένων, κινδύνου τε εἰς ἔσχατον ἐλθὼν ἐκ τοῦ τότε μοι συμπεσόντος νοσήματος, Διός γε σωτῆρος τυχὼν καὶ Ποσειδῶνος ἀδελφοῦ Διὸς ἀσφαλίου, καί τινος οἷον λιμένος τῆς τε παρούσης ταύτης ὑγιείας τε καὶ σωτηρίας λαβόμενος καὶ τῆς διατριβῆς τῆς μεθ᾽ ὑμῶν, πρὸς δὲ καὶ λόγου διαγγελθέντος ἐπὶ τούτῳ τοιούτου τινὸς, ὡς ἄρα ἐπόθουν τινὲς τὴν ἐμὴν παρουσίαν, καὶ τούτων οἱ ἐμφανέστατοι, οὐ δι᾽ ἐμὲ τοσοῦτον, ὥς γε ἐγὼ νομίζω, οὐδὲ διὰ τοὺς λόγους τοὺς ἐμοὺς, ἀλλ᾽ ἐνδεικνύμενοι τό τε γενναῖον καὶ τὸ φιλότιμον τὸ περὶ ταῦτα καὶ τὴν πρὸς τοὺς πρεσβυτέρους τιμήν τε καὶ εὔνοιαν ὁπόσοις βίος ἐν τούτοις, ὑφ᾽ ὧν καὶ πρότερον ἡσθέντας πολλάκις ἑαυτοὺς μέμνηνται καὶ ἡδίους γενομένους ἐν ταῖς κοιναῖς τῶν Ἑλλήνων πανηγύρεσιν, ἔγνων μὴ ὀκνητέον εἶναί μοι διὰ ταῦτα παρελθεῖν εἰς ὑμᾶς, ἀλλ᾽ ἅμα ἐν τῷ αὐτῷ ἀποτιστέον διπλῆν ἔκτισιν δυοῖν ἀδελφοῖν, τὴν μὲν προτέραν τε καὶ [p. 30]


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: