Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἡ μὲν Φωκίωνος τοῦ χρηστοῦ γυνὴ κόσμον
αὑτῆς ἔλεγεν εἶναι τὰ Φωκίωνος στρατηγήματα: ἐγὼ
δὲ κόσμον ἐμὸν οὐ μόνον ἴδιον, ἀλλὰ γὰρ καὶ κοινὸν τῶν οἰκείων πάντων ἡγοῦμαι τὴν τοῦ ἐμοῦ διδασκάλου περὶ λόγους σπουδήν. τῶν μὲν γὰρ στρατηγῶν τὰ ἐπιφανέστατα κατορθώματα σωτηρίας
μόνον οἴδαμεν τῆς ἐκ τῶν παραχρῆμα κινδύνων αἴτια γιγνόμενα στρατιώταις ὀλίγοις ἢ πόλει μιᾷ ἢ
κἂν ἑνί τινι ἔθνει, βελτίους δ᾽ οὐδαμῶς ποιοῦντα
οὔτε τοὺς στρατιώτας οὔτε τοὺς πολίτας, ἀλλ᾽ οὐδὲ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.