next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοῦ Ἀρριανοῦ Κυνηγετικοῦ κεφάλαια.

α Προοίμιον, ἐν καὶ τὰ: Ξενοφῶντι παραλειφθέντα εἰπεῖν Ἀρριανὸς ἐπαγγέλλεται.

β Ὅτι Ξενοφῶν οὐκ ᾔδει τὰς Κελτικὰς κύνας οὐδὲ τὰς ταύταις ὁμοίας.

γ Περὶ Κελτικῶν κυνῶν, καὶ οἷαι τὴν ἰδέαν αὗται. δ Περὶ σημείων, ἀφ᾽ ὧν δεῖ τὰς ταχείας τεκμαίρεσθαι κύνας καὶ τὸ ἐναντίον.

ε Περὶ τῆς τοῦ συγγραφέως κυνός, ὁποία ποτ᾽ ἦν.

ς Περὶ χρωμάτων, καὶ ὡς ἂν ἔχωσιν ταῦτα ὅτι ἀδιάφορον.

ζ Περὶ τῆς γνώμης τῶν κυνῶν, ὁποῖα ταύτης τὰ σημεῖα. η Περὶ τοῦ πῶς διαγνωστέον ἀπὸ τοῦ ἐσθίειν τὴν ποιότητα τῶν κυνῶν.

θ Περὶ τοῦ μετὰ τίνων καὶ πῶς κοιταστέον τὰς κύνας.

ι Ὅτι τρῖψις ταῖς κυσὶν ὠφέλιμος, καὶ πῶς ταύτας δεῖ

ἀποτρίβειν. ια Ὅτι ἄμεινον δεδέσθαι τὰς κύνας λελυμένας εἶναι.

ιβ Περὶ τοῦ ἐπὶ πόσον τῆς ἡμέρας προακτέον τὰς κύνας,

καὶ πόσας καὶ ποίας ἐν ταὐτῷ λυτέον.

ιγ Περὶ τοῦ ποσάκις δεῖ ἐν χειμῶνι θέρει σιτεῖσθαι τὰς

κύνας. ιδ Περὶ τοῦ ποίῳ καιρῷ ἐξακτέον τὰς κύνας ἐπὶ θήραν.

ιε 19᾿ Πῶς Κελτοὶ θηρῶσιν καὶ πότε.

ις 15᾿ Περὶ διαστήματος, ἀφ᾽ ὅτου δεῖ τῷ λαγῷ ἐπιλύειν τὰς κύνας, καὶ πόσας ταύτας.

ιζ 16᾿ Περὶ λαγωῶν, καὶ τίς τούτων ἀρετή. ιη 17᾿ Ὅτι τὸ ἀνακαλεῖν ἐν ταῖς θήραις τὰς κύνας ἀγαθὸν ταύταις.

ιδ 18᾿ Ὅτι δεῖ τὴν κύνα καλῶς ἠγωνισμένην καταψῶντα ἐπευφημεῖν. [p. 57]

κ Ὅπως εἰς κυνηγέσιον ἐξιέναι χρὴ τοὺς μὴ τὸ θήραμα οὗ ἐστιν ἐγνωκότας.

κα Περὶ τοῦ πῶς θηρῶσιν Κελτοί.

κβ Ὅτι οὐ χρὴ ἐπιλύειν κύνας νεογνῷ θηράματι.

κγ Πῶς θηρατέον ἐλάφους ἄλλο τι μέγιστον.

κδ Ὅπως Λίβυες μεθ᾽ ἵππων αἱροῦσιν τὰ μεγάλα θηράματα.

κε Περὶ τοῦ ἀφ᾽ οἵας ἡλικίας δεῖ ἐξάγειν εἰς θήραν τὰς θηλείας κύνας.

κς Περὶ ἀρρένων κυνῶν, ἀφ᾽ οἵας ἡλικίας χρεῶν αὐτοὺς ἐπὶ θήραν ἐξάγειν.

κζ Πῶς ἐπὶ ὀχείαν ἀκτέον τὰς κύνας.

κη Ὅτι, εἴ τις ὁρῴη τὴν μῖξιν τῶν κυνῶν, οὐκ ἐπιτελεῖται γόνιμος.

κθ Περὶ καιροῦ πρὸς σκυλακείαν ἐπιτηδείου.

λ Πῶς μετὰ τὸ τεκεῖν ἐπαναληπτέον εἰς τὸ ἐξ ἀρχῆς τὸν δρόμον τῶν κυνῶν.

λα Περὶ ὧν Ξενοφῶν ὑπὲρ ἀνατροφῆς διατάττεται.

λβ Διαφοραὶ ἄρρενος καὶ θηλείας κυνός.

λγ Ὅτι δεῖ τοὺς κυνηγέτας θύειν τῇ Ἀρτέμιδι.

λδ Περὶ τοῦ Κελτῶν νόμου καὶ τοῦ ὑπ᾽ αὐτῶν γινομένου ἐράνου τῇ Ἀρτέμιδι.

λε Παραίνεσις πρὸς τὸ θύειν τοῖς ἐφόροις τῶν ἐν ἀνθρώποις ἐπιτηδευμάτων.

λς Ἐξ Ὁμήρου μαρτύρια, ὅτι χρὴ θύειν τοῖς τῶν πραγμάτων εὑρεταῖς ἐν τῇ τῶνδε μεταχειρίσει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: