next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὐ πρῶτος Ἀνάχαρσις ἀφίκετο ἐκ Σκυθίας Ἀθήναζε
παιδείας ἐπιθυμίᾳ τῆς Ἑλληνικῆς, ἀλλὰ καὶ Τόξαρις
πρὸ αὐτοῦ, σοφὸς μὲν καὶ φιλόκαλος ἀνὴρ καὶ ἐπιτηδευμάτων
φιλομαθὴς τῶν ἀρίστων, οἴκοι δὲ οὐ τοῦ βασιλείου
γένους ὢν οὐδὲ τῶν πιλοφορικῶν, ἀλλὰ Σκυθῶν
τῶν πολλῶν καὶ δημοτικῶν, οἷοί εἰσι παρ᾽ αὐτοῖς οἱ ὀκτάποδες
καλούμενοι, τοῦτο δέ ἐστι, δύο βοῶν δεσπότην εἶναι
καὶ ἁμάξης μιᾶς. οὗτος Τόξαρις οὐδ᾽ ἀπῆλθεν ἔτι
ὀπίσω ἐς Σκύθας, ἀλλ᾽ Ἀθήνησιν ἀπέθανε, καὶ μετ᾽ οὐ
πολὺ καὶ ἥρως ἔδοξε καὶ ἐντέμνουσιν αὐτῷ Ξένῳ Ἰατρῷ
οἱ Ἀθηναῖοι: τοῦτο γὰρ τοὔνομα ἥρως γενόμενος ἐπεκτήσατο.
τὴν δὲ αἰτίαν τῆς ἐπωνυμίας καὶ ἀνθ᾽ ὅτου ἐς
τοὺς ἥρωας κατελέγη καὶ τῶν Ἀσκληπιαδῶν εἷς ἔδοξεν,
οὐ χεῖρον ἴσως διηγήσασθαι, ὡς μάθητε οὐ Σκύθαις μόνον
ἐπιχώριον ὂν ἀπαθανατίζειν καὶ πέμπειν παρὰ τὸν
Ζάμολξιν, ἀλλὰ καὶ Ἀθηναίοις ἐξεῖναι θεοποιεῖν τοὺς
Σκύθας ἐπὶ τῆς Ἑλλάδος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: