next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἑρμῆ, λαβὼν τουτὶ τὸ μῆλον ἄπιθι εἰς τὴν Φρυγίαν παρὰ τὸν Πριάμου παῖδα τὸν βουκόλοννέμει δὲ τῆς Ἴδης ἐν τῷ Γαργάρῳκαὶ λέγε πρὸς αὐτόν, ὅτισέ, Πάρι, κελεύει Ζεύς, ἐπειδὴ καλός τε αὐτὸς εἶ καὶ σοφὸς τὰ ἐρωτικά, δικάσαι ταῖς θεαῖς, ἥτις αὐτῶν καλλίστη ἐστὶν τοῦ δὲ ἀγῶνος τὸ ἆθλον νικῶσα λαβέτω τὸ μῆλον.’ ὥρα δὲ ἤδη καὶ ὑμῖν αὐταῖς ἀπιέναι παρὰ τὸν δικαστὴν ἐγὼ γὰρ ἀπωθοῦμαι τὴν δίαιταν ἐπ᾽ ἴσης τε ὑμᾶς ἀγαπῶν, καὶ εἴ γε οἷὸν τε ἦν, ἡδέως ἂν ἁπάσας νενικηκυίας ἰδών. ἄλλως τε καὶ ἀνάγκη, μιᾷ τὸ καλλιστεῖον ἀποδόντα πάντως ἀπεχθάνεσθαι ταῖς πλείοσιν. διὰ ταῦτα αὐτὸς μὲν οὐκ ἐπιτήδειος ὑμῖν δικαστής, δὲ νεανίας οὗτος Φρὺξ ἐφ᾽ ὃν ἄπιτε βασιλικὸς μέν ἐστι καὶ Γανυμήδους τουτουὶ συγγενής, τὰ ἄλλα δὲ ἀφελὴς καὶ ὄρειος, κοὐκ ἄν τις αὐτὸν ἀπαξιώσειε τοιαύτης θέας.

Ἀφροδίτη

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: