next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ζεῦ, τι σύννους κατὰ μόνας σαυτῷ λαλεῖς, ὠχρὸς περιπατῶν, φιλοσόφου τὸ χρῶμ᾽ ἔχων; ἐμοὶ προσανάθου, λαβέ με σύμβουλον πόνων, μὴ καταφρονήσῃς οἰκέτου φλυαρίας.

Ἀθήνη
ναὶ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων, γουνοῦμαί σε θεὰ γλαυκῶπις, τριτογένεια, ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἤδη, τίς μῆτις δάκνει σε κατὰ φρένα καὶ κατὰ θυμόν, τί βαρὺ στενάχεις ὦχρός τέ σε εἷλε παρειάς;

Ζεύς
οὐκ ἔστιν οὐδὲν δεινὸν ὧδ᾽ εἰπεῖν ἔπος, οὐδὲ πάθος οὐδὲ συμφορὰ τραγῳδική, ἣν οὐκ ἰαμβείοις ὑπερπαίω δέκα.^

Ἀθήνη
Ἄπολλον, οἵοις φροιμίοις ἄρχῃ λόγου; [p. 92]

Ζεύς
παγκάκιστα χθόνια γῆς παιδεύματα, σὺ τ᾽, Προμηθεῦ, οἷὰ μ᾽ εἴργασαι κακὰ

Ἀθήνη
τί δ᾽ ἐστί; πρὸς χορὸν γὰρ οἰκείων ἐρεῖς.

Ζεύς
μεγαλοσμαράγου στεροπᾶς ῥοίζημα, τί ῥέξεις;

Ἥρα
Κοίμισον ὀργάν, εἰ μὴ κωμῳδίαν, Ζεῦ, δυνάμεθα ὑποκρίνεσθαι μηδὲ ῥαψῳδεῖν ὥσπερ οὗτοι μηδὲ τὸν Εὐριπίδην ὅλον καταπεπώκαμεν, ὥστε

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: