This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐγὼ δέ, ω Ζεῦ, τὰ μὲν τοιαῦτα οὑκ ἐνοχλήσω
σε πλοῦτον ἢ χρυσὸν ἢ βασιλείαν αἰτῶν, ἅπερ
εὐκταιότατα τοῖς πολλοῖς, σοὶ δ᾽ οὐ πάνυ ῥᾴδια παρασχεῖν ὁρῶ γοῦν σε τὰ πολλὰ παρακούοντα
εὐχομένων αὐτῶν. ἓν δέ, καὶ τοῦτο ῥᾷστον, ἐβουλόμην παρὰ σοῦ μοι γενέσθαι.
Ζεύς
τί τοῦτό ἐστιν, ὦ Κυνίσκε; οὐ γὰρ ἀτυχήσεις, καὶ μάλιστα μετρίων, ὡς φής, δεόμενος. Κυνίσκος
ἀπόκριναί μοι πρός τινα οὐ χαλεπὴν ἐρώτησιν. Ζεύς
μικρά γε ὡς ἀληθῶς ἡ εὐχὴ καὶ πρόχειρος: ὥστε ἐρώτα ὁπόσα ἂν ἐθέλῃς. Κυνίσκος
ἰδοὺ ταῦτα, ὦ Ζεῦ: ἀνέγνως γὰρ δῆλον ὅτι καὶ σὺ τὰ Ὁμήρου καὶ Ἡσιόδου ποιήματα: εἰπὲ οὖν μοι εἰ ἀληθῆ ἐστιν ἃ περὶ τῆς Εἱμαρμένης καὶ τῶν Μοιρῶν ἐκεῖνοι ἐρραψῳδήκασιν, ἄφυκτα εἶναι ὁπόσα ἂν αὗται ἐπινήσωσιν γεινομένῳ ἑκάστῳ; [p. 62] Ζεύς
καὶ πάνυ ἀληθῆ ταῦτα: οὐδὲν γάρ ἐστιν ὅ τι μὴ αἱ Μοῖραι διατάττουσιν, ἀλλὰ πάντα ὁπόσα γίνεται, ὑπὸ τῷ τούτων ἀτράκτῳ στρεφόμενα εὐθὺς ἐξ ἀρχῆς ἕκαστον ἐπικεκλωσμένην ἔχει τὴν ἀπόβασιν, καὶ οὐ θέμις ἄλλως γενέσθαι. Κυνίσκος

This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.