Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΜΥΡΣΩΝ ΚΑΙ ΛΥΚΙΔΑΣ

ΜΥΡΣΩΝ

Λῇς νύ τί μοι Λυκίδα Σικελὸν μέλος ἁδὺ λιγαίνειν,
ἱμερόεν γλυκύθυμον ἐρωτικόν, οἷον Κύκλωψ
ἄεισεν Πολύφαμος ἐπᾳονίᾳ Γαλατείᾳ;

ΛΥΚΙΔΑΣ

κἠμοὶ συρίσδεν, Μύρσων, φίλον: ἀλλὰ τί μέλψω;

ΜΥΡΣΩΝ

5Σκύριον Λυκίδα ζαλώμενον ἁδὺν ἔρωτα,
λάθρια Πηλείδαο φιλάματα, λάθριον εὐνάν,
πῶς παῖς ἕσσατο φᾶρος, ὅπως δ̓ ἐψεύσατο μορφὰν
κἠν κώραισιν ὅπως Λυκομηδίσιν ἁπαλέγοισα
ἠείδη κατὰ παστὸν Ἀχιλλέα Δηϊδάμεια.

ΛΥΚΙΔΑΣ

10Ἅρπασε τὰν Ἑλέναν πόθ̓ βουκόλος, ἆγε δ̓ ἐς Ἴδαν,
Οἰνώνᾳ κακὸν ἄλγος. ἐχώσατο δ̓ Λακεδαίμων, [p. 400]
πάντα δὲ λαὸν ἄγειρεν Ἀχαϊκόν, οὐδέ τις Ἕλλην
οὔτε Μυκηναίων οὔτ̓ Ἤλιδος οὔτε Λακώνων,
μεῖνεν ἑὸν κατὰ δῶμα φυγὼν δύστανον Ἄρηα.
15λάνθανε δ̓ ἐν κώραις Λυκομηδίσι μοῦνος Ἀχιλλεύς,
εἴρια δ̓ ἀνθ̓ ὅπλων ἐδιδάσκετο, καὶ χερὶ λευκᾷ
παρθενικὸν κόπον εἶχεν, ἐφαίνετο δ̓ ἠΰτε κώρα:
καὶ γὰρ ἴσον τήναις θηλύνετο, καὶ τόσον ἄνθος
χιονέαις πόρφυρε παρηίσι, καὶ τὸ βάδισμα
20παρθενικῆς ἐβάδιζε, κόμας δ̓ ἐπύκαζε καλύπτρᾳ.
θυμὸν δ̓ ἀνέρος εἶχε, καὶ ἀνέρος εἶχεν ἔρωτα:
ἐξ ἀοῦς δ̓ ἐπὶ νύκτα παρίζετο Δηϊδαμείᾳ,
καὶ ποτὲ μὲν τήνας ἐφίλει χέρα, πολλάκι δ̓ αὐτᾶς
στάμονα καλὸν ἄειρε, τὰ δαίδαλα δ̓ ἄτρἰ ἐπῄνει:
25ἤσθιε δ̓ οὐκ ἄλλᾳ σὺν ὁμάλικι, πάντα δ̓ ἐποίει
σπεύδων κοινὸν ἐς ὕπνον. ἔλεξέ νυ καὶ λόγον αὐτᾷ:
ἅλλαι μὲν κνώσσουσι σὺν ἀλλάλαισιν ἀδελφαί,
αὐτὰρ ἐγὼ μώνα, μώνα δὲ σὺ νύμφα καθεύδεις.
αἱ δύο παρθενικαὶ συνομάλικες, αἱ δύο καλαί:
30ἀλλὰ μόναι κατὰ λέκτρα καθεύδομες: δὲ πονηρὰ
Νυσαία δολία με κακῶς ἀπὸ σεῖο μερίσδει.
οὐ γὰρ ἐγὼ σέο ...’

[p. 404]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: