Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[p. 466]

Μέγαρα


Μῆτερ ἐμή, τίφθ̓ ὧδε φίλον κατὰ θυμὸν ἰάπτεις
ἐκπάγλως ἀχέουσα, τὸ πρὶν δέ τοι οὐκέτ̓ ἔρευθος
σῴζετ̓ ἐπὶ ῥεθέεσσι; τί μοι τόσον ἠνίησαι;
ἦῤ ὅτι ἄλγεα πάσχει ἀπείριτα φαίδιμος υἱὸς
5ἀνδρὸς ὕπ̓ οὐτιδανοῖο, λέων ὡσείθ̓ ὑπὸ νεβροῦ;
ὤμοι ἐγώ, τί νυ δή με θεοὶ τόσον ἠτίμησαν
ἀθάνατοι; τί νύ μ̓ ὧδε κακῇ γονέες τέκον αἴσῃ;
δύσμορος, ἥτ̓ ἐπεὶ ἀνδρὸς ἀμύμονος ἐς λέχος ἦλθον,
τὸν μὲν ἐγὼ τίεσκον ἴσον φαέεσσιν ἐμοῖσιν
10ἠδ̓ ἔτι νῦν σέβομαί τε καὶ αἰδέομαι κατὰ θυμόν:
τοῦ δ̓ οὔτις γένετ̓ ἄλλος ἀποτμότερος ζωόντων,
οὐδὲ τόσων σφετέρῃσιν ἐγεύσατο φροντίσι κηδέων.
σχέτλιος, ὃς τόξοισιν, οἱ πόρεν αὐτὸς Ἀπόλλων
ἠέ τινος Κηρῶν Ἐρινύος αἰνὰ βέλεμνα,
15παῖδας ἑοὺς κατέπεφνε καὶ ἐκ φίλον εἵλετο θυμὸν
μαινόμενος κατὰ οἶκον, δ̓ ἔμπλεος ἔσκε φόνοιο.
τοὺς μὲν ἐγὼ δύστηνος ἐμοῖς ἴδον ὀφθαλμοῖσι
βαλλομένους ὑπὸ πατρί, τὸ δ̓ οὐδ̓ ὄναρ ἤλυθεν ἄλλῳ.
οὐδέ σφιν δυνάμην ἀδινὸν καλέουσιν ἀρῆξαι
20μητέῤ ἑήν, ἐπεὶ ἐγγὺς ἀνίκητον κακὸν ἦεν. [p. 468]
ὡς δ̓ ὄρνις δύρηται ἐπὶ σφετέροισι νεοσσοῖς
ὀλλυμένοις, οὕστ̓ αἰνὸς ὄφις ἔτι νηπιάχοντας
θάμνοις ἐν πυκινοῖσι κατεσθίει: δὲ κατ̓ αὐτοὺς
πωτᾶται κλάζουσα μάλα λιγὺ πότνια μήτηρ,
25οὐδ̓ ἄῤ ἔχει τέκνοισιν ἐπαρκέσαι: γάρ οἱ αὐτῇ
ἆσσον ἴμεν μέγα τάρβος ἀμειλίκτοιο πελώρου:
ὣς ἐγὼ αἰνοτόκεια φίλον γόνον αἰάζουσα
μαινομένοισι πόδεσσι δόμον κάτα πολλὸν ἐφοίτων.
ὥς γ̓ ὄφελον μετὰ παισὶν ἅμα θνῄσκουσα καὶ αὐτὴ
30κεῖσθαι φαρμακόεντα δἰ ἥπατος ἰὸν ἔχουσα,
Ἄρτεμι θηλυτέρῃσι μέγα κρείουσα γυναιξί.
τῷ χ̓ ἡμέας κλαύσαντε φίλῃς᾿ ἐνὶ χερσὶ τοκῆες
πολλοῖς σὺν κτερέεσσι πυρῆς ἐπέβησαν ὁμοίης,
καί κεν ἕνα χρύσειον ἐς ὀστέα κρωσσὸν ἁπάντων
35λέξαντες κατέθαψαν, ὅθι πρῶτον γενόμεσθα.
νῦν δ̓ οἳ μὲν Θήβην ἱπποτρόφον ἐνναίουσιν
Ἀονίου πεδίοιο βαθεῖαν βῶλον ἀροῦντες:
αὐτὰρ ἐγὼ Τίρυνθα κάτα κραναὴν πόλιν Ἥρης
πολλοῖσιν δύστηνος ἰάπτομαι ἄλγεσιν ἦτορ
40αἰὲν ὁμῶς: δακρύων δὲ παρεστί μοι οὐδ̓ ἐρωή.
ἀλλὰ πόσιν μὲν ὁρῶ παῦρον χρόνον ὀφθαλμοῖσιν
οἴκῳ ἐν ἡμετέρῳ: πολέων γάρ οἱ ἔργον ἑτοῖμον
μόχθων, τοὺς ἐπὶ γαῖαν ἀλώμενος ἠδὲ θάλασσαν
μοχθίζει πέτρης ὅγ̓ ἔχων νόον ἠὲ σιδήρου
45καρτερὸν ἐν στήθεσσι: σὺ δ̓ ἠύτε λείβεαι ὕδωρ,
νύκτας τε κλαίουσα καὶ ἐκ Διὸς ἤμαθ̓ ὁπόσσα.
ἄλλος μὰν οὐκ ἄν τις ἐϋφρήναι με παραστὰς
κηδεμόνων: οὐ γάρ σφε δόμων κατὰ τεῖχος ἐέργει: [p. 470]
καὶ λίην πάντες γε πέρην πιτυώδεος Ἰσθμοῦ
50ναίους᾿ , οὐδέ μοί ἐστι πρὸς ὅντινά κε βλέψασα
οἷα γυνὴ πανάποτμος ἀναψύξαιμι φίλον κῆρ,
νόσφι γε δὴ Πύρρης συνομαίμονος: δὲ καὶ αὐτὴ
ἀμφὶ πόσει σφετέρῳ πλέον ἄχνυται Ἰφικλῆι,
σῷ υἱεῖ: πάντων γὰρ ὀϊζυρώτατα τέκνα
55γείνασθαί σε θεῷ τε καὶ ἀνέρι θνητῷ ἔολπα.’
ὣς ἄῤ ἔφη: τὰ δέ οἱ θαλερώτερα δάκρυα μήλων
κόλπον ἐς ἱμερόεντα κατὰ βλεφάρων ἐχέοντο,
μνησαμένῃ τέκνων τε καὶ ὧν μετέπειτα τοκήων.
ὣς δ̓ αὔτως δακρύοισι παρήϊα λεύκ̓ ἐδίαινεν
60Ἀλκμήνη: βαρὺ δ̓ ἥγε καὶ ἐκ θυμοῦ στενάχουσα
μύθοισιν πυκινοῖσι φίλην νυὸν ὧδε μετηύδα:
δαιμονίη παίδων, τί νύ τοι φρεσὶν ἔμπεσε τοῦτο
πευκαλίμαις; πῶς ἄμμ̓ ἐθέλεις ὀροθυνέμεν ἄμφω
κήδἐ ἄλαστα λέγουσα; τὰ δ̓ οὐ νῦν πρῶτα κέκλαυται.
65 οὐκ ἅλις, οἷς ἐχόμεσθα τὸ δεύτατον αἰὲν ἐπ̓ ἦμαρ
γινομένοις; μάλα μέν γε φιλοθρηνής κέ τις εἴη,
ὅστις ἀριθμήσειεν ἐφ̓ ἡμετέροις ἀχέεσσι.
θάρσει: οὐ τοιῆσδ̓ ἐκυρήσαμεν ἐκ θεοῦ αἴσης.
καὶ δ̓ αὐτὴν ὁρόω σε φίλον τέκος ἀτρύτοισιν
70ἄλγεσι μοχθίζουσαν. ἐπιγνώμων δέ τοί εἰμι
ἀσχαλάαν, ὅτε δή γε καὶ εὐφροσύνης κόρος ἐστί:
καί σε μάλ̓ ἐκπάγλως ὀλοφύρομαι ἠδ̓ ἐλεαίρω,
οὕνεκεν ἡμετέροιο λυγροῦ μετὰ δαίμονος ἔσχες,
ὅσθ̓ ἡμῖν ἐφύπερθε κάρης βαρὺς αἰωρεῖται. [p. 472]
75ἴστω γὰρ Κούρη τε καὶ εὐέανος Δημήτηρ,
ἅς κε μέγα βλαφθείς τις ἑκὼν ἐπίορκον ὀμόσσαι
δυσμενέων, μηθέν σε χερειότερον φρεσὶν ᾗσι
στέργειν εἴπερ μοι ὑπὲκ νηδυιόφιν ἦλθες
καί μοι τηλυγέτη ἐνὶ δώμασι παρθένος ἦσθα.
80οὐδ̓ αὐτήν γέ νυ πάμπαν ἔολπά σε τοῦτό γε λήθειν.
τῷ μή μ̓ ἐξείπῃς ποτ̓, ἐμὸν θάλος, ὥς σευ ἀκηδέω,
μηδ̓ εἴ κ̓ ἠϋκόμου Νιόβης πυκινώτερα κλαίω.
οὐδ̓ ὣς γὰρ νεμεσητὸν ὑπὲρ τέκνου γοάασθαι
μητέρι δυσπαθέοντος: ἐπεὶ δέκα μῆνας ἔκαμνον
85πρὶν καί πέρ τ̓ ἰδέειν μιν, ἐμῷ ὑπὸ ἥπατ̓ ἔχουσα,
καί με πυλάρταο σχεδὸν ἤγαγεν Αἰδωνῆος:
ὧδέ δυστοκέουσα κακὰς ὠδῖνας ἀνέτλην.
νῦν δέ μοι οἴχεται οἶος ἐπ̓ ἀλλοτρίης νέον ἆθλον
ἐκτελέων: οὐδ̓ οἶδα δυσάμμορος, εἴτε μιν αὖτις
90ἐνθάδε νοστήσανθ̓ ὑποδέξομαι, εἴτε καὶ οὐκί.
πρὸς δ̓ ἔτι μ̓ ἐπτοίησε διὰ γλυκὺν αἰνὸς ὄνειρος
ὕπνον: δειμαίνω δὲ παλιγκοτον ὄψιν ἰδοῦσα
ἐκπάγλως, μή μοί τι τέκνοις ἀποθύμιον ἔρδοι.
εἴσατο γάρ μοι ἔχων μακέλην εὐεργέα χερσὶ
95παῖς ἐμὸς ἀμφοτέρῃσι, βίη Ἡρακληείη:
τῇ μεγάλην ἐλάχαινε δεδεγμένος ὡς ἐπὶ μισθῷ
τάφρον τηλεθάοντος ἐπ̓ ἐσχατιῇ τινος ἀγροῦ,
γυμνὸς ἄτερ χλαίνης τε καὶ εὐμίτροιο χιτῶνος.
αὐτὰρ ἐπειδὴ παντὸς ἀφίκετο πρὸς τέλος ἔργου
100καρτερὸν οἰνοφόροιο πονεύμενος ἕρκος ἀλωῆς,
ἤτοι λίστρον ἔμελλεν ἐπὶ προύχοντος ἐρείσας
ἀνδήρου καταδῦναι, καὶ πάρος εἵματα ἕστο:
ἐξαπίνης δ̓ ἀνελάμψεν ὑπὲρ καπέτοιο βαθείης [p. 474]
πῦρ ἄμοτον, περὶ δ̓ αὐτὸν ἀθέσφατος εἰλεῖτο φλόξ.
105αὐτὰρ ὅγ̓ αἰὲν ὄπισθε θοοῖς ἀνεχάζετο ποσσίν,
ἐκφυγέειν μεμαὼς ὀλοὸν μένος Ἡφαίστοιο:
αἰεὶ δὲ προπάροιθεν ἑοῦ χροὸς ἠΰτε γέρρον
νώμασκεν μακέλην: περὶ δ̓ ὄμμασιν ἔνθα καὶ ἔνθα
πάπταινεν, μὴ δή μιν ἐπιφλέξει δήιον πῦρ.
110τῷ μὲν ἀοσσῆσαι λελιημένος, ὥς μοι ἔϊκτο,
Ἰφικλέης μεγάθυμος ἐπ̓ οὔδεϊ κάππες᾿ ὀλισθὼν
πρὶν ἐλθεῖν, οὐδ̓ ὀρθὸς ἀναστῆναι δύνατ̓ αὖτις,
ἀλλ̓ ἀστεμφὲς ἔκειτο, γέρων ὡσείτ̓ ἀμενηνός,
ὅντε καὶ οὐκ ἐθέλοντα βιήσατο γῆρας ἀτερπὲς
115καππεσέειν: κεῖται δ̓ ὅγ̓ ἐπὶ χθονὸς ἔμπεδον αὔτως,
εἰσόκε τις χειρός μιν ἀνειρύσσῃ παριόντων
αἰδεσθεὶς ὄπιδα προτέρην πολιοῖο γενείου.
ὣς ἐν γῇ λελίαστο σακεσπάλος Ἰφικλείης:
αὐτὰρ ἐγὼ κλαίεσκον ἀμηχανέοντας ὁρῶσα
120παῖδας ἐμούς, μέχρι δή μοι ἀπέσσυτο νήδυμος ὕπνος
ὀφθαλμῶν, ἠὼς δὲ παραυτίκα φαινόλις ἦλθε.
τοῖα, φίλη, μοι ὄνειρα διὰ φρένας ἐπτοίησαν
παννυχίῃ: τὰ δὲ πάντα πρὸς Εὐρυσθῆα τρέποιτο
οἴκου ἄφ̓ ἡμετέροιο, γένοιτο δὲ μάντις ἐκείνῳ
125θυμὸς ἐμός, μηδ̓ ἄλλο παρὲκ τελέσειέ τι δαίμων.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: