Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[p. 422]

ΕΠΙΤΑΦΙΟΣ ΒΙΩΝΟΣ


Αἴλινά μοι στοναχεῖτε νάπαι καὶ Δώριον ὕδωρ,
καὶ ποταμοὶ κλαίοιτε τὸν ἱμερόεντα Βίωνα.
νῦν φυτά μοι μύρεσθε, καὶ ἄλσεα νῦν γοάοισθε,
ἄνθεα νῦν στυμνοῖσιν ἀποπνείοιτε κορύμβοις,
5νῦν ῥόδα φοινίσσεσθε τὰ πένθιμα, νῦν ἀνεμῶναι,
νῦν ὑάκινθε λάλει τὰ σὰ γράμματα καὶ πλέον αἰαῖ
βάμβανε τοῖς πετάλοισι: καλὸς τέθνακε μελικτάς.
ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
ἀδόνες αἱ πυκινοῖσιν ὀδυρόμεναι ποτὶ φύλλοις,
10νάμασι τοῖς Σικελοῖς ἀγγείλατε τᾶς Ἀρεθοίσας,
ὅττι Βίων τέθνακεν βουκόλος, ὅττι σὺν αὐτῷ
καὶ τὸ μέλος τέθνακε καὶ ὤλετο Δωρὶς ἀοιδά.
ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
Στρυμόνιοι μύρεσθε παῤ ὕδασιν αἴλινα κύκνοι,
15καὶ γοεροῖς στομάτεσσι μελίσδετε πένθιμον ᾠδάν,
οἵαν ὑμετέροις ποτὶ χείλεσι γῆρας ἀείδει,
εἴπατε δ̓ αὖ κούραις Οἰαγρίσιν, εἴπατε πάσαις
Βιστονίαις Νύμφαισινἀπώλετο Δώριος Ὀρφεύς.’
ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι. [p. 446]
20κεῖνος ταῖς ἀγέλαισιν ἐράσμιος οὐκέτι μέλπει,
οὐκέτ̓ ἐρημαίαισιν ὑπὸ δρυσὶν ἥμενος ᾄδει,
ἀλλὰ παρὰ Πλουτῆϊ μέλος Ληθαῖον ἀείδει.
ὤρεα δ̓ ἐστὶν ἄφωνα, καὶ αἱ βόες αἱ ποτὶ ταύροις
πλαζόμεναι γοάοντι καὶ οὐκ ἐθέλοντι νέμεσθαι.
25ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
σεῖο Βίων ἔκλαυσε ταχὺν μόρον αὐτὸς Ἀπόλλων,
καὶ Σάτυροι μύροντο μελάγχλαινοί τε Πρίηποι:
καὶ Πᾶνες στοναχεῦντο τὸ σὸν μέλος, αἵ τε καθ̓ ὕλαν
Κρανίδες ὠδύραντο, καὶ ὕδατα δάκρυα γέντο.
30Ἀχὼ δ̓ ἐν πέτραισιν ὀδύρεται, ὅττι σιωπῇ
κοὐκέτι μιμεῖται τὰ σὰ χείλεα. σῷ δ̓ ἐπ̓ ὀλέθρῳ
δένδρεα καρπὸν ἔριψε, τὰ δ̓ ἄνθεα πάντ̓ ἐμαράνθη.
μάλων οὐκ ἔρρευσε καλὸν γλάγος, οὐ μέλι σίμβλων,
κάτθανε δ̓ ἐν κηρῷ λυπεύμενον: οὐκέτι γὰρ δεῖ
35τῶ μέλιτος τῶ σῶ τεθνακότος αὐτὸ τρυγᾶσθαι.
ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
οὐ τόσον εἰναλίαισι παῤ ᾀόσι μύρατο Σειρήν,
οὐδὲ τόσον ποκ̓ ἄεισεν ἐνὶ σκοπέλοισιν Ἀηδών,
οὐδὲ τόσον θρήνησεν ἀν̓ ὤρεα μακρὰ Χελιδών,
40Ἀλκυόνος δ̓ οὐ τόσσον ἐπ̓ ἄλγεσιν ἴαχε Κῆϋξ, 446:λνυμ 40 42
οὐδὲ τόσον γλαυκοῖς ἐνὶ κύμασι κηρύλος ᾆδεν, [p. 448] 448:λνυμ 42 41
οὐ τόσον ἀῴοισιν ἐν ἄγκεσι παῖδα τὸν Ἀοῦς 448:λνυμ 41 43
ἱπτάμενος περὶ σᾶμα κινύρατο Μέμνονος ὄρνις,
ὅσσον ἀποφθιμένοιο κατωδύραντο Βίωνος.
45ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
ἀδονίδες πᾶσαί τε χελιδόνες, ἅς ποκ̓ ἔτερπεν,
ἃς λαλέειν ἐδίδασκε, καθεζόμεναι ποτὶ πρέμνοις
ἀντίον ἀλλάλαισιν ἐκώκυον: αἳ δ̓ ὑπεφώνευν
ὄρνιθες λυπεῖσθ̓ αἱ πενθάδες: ἀλλὰ καὶ ἡμεῖς.’
50ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
τίς ποτε σᾷ σύριγγι μελίξεται τριπόθητε;
τίς δ̓ ἐπὶ σοῖς καλάμοις θήσει στόμα; τίς θρασὺς οὕτως;
εἰσέτι γὰρ πνείει τὰ σὰ χείλεα καὶ τὸ σὸν ἆσθμα,
ἀχὰ δ̓ ἐν δονάκεσσι τεᾶς ἔτι βόσκετ̓ ἀοιδᾶς.
55Πανὶ φέρω τὸ μέλισμα; τάχ̓ ἂν καὶ κεῖνος ἐρεῖσαι
τὸ στόμα δειμαίνοι, μὴ δεύτερα σεῖο φέρηται.
ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
κλαίει καὶ Γαλάτεια τὸ σὸν μέλος, ἅν ποκ̓ ἔτερπες
ἑζομέναν μετὰ σεῖο παῤ ἀϊόνεσσι θαλάσσας.
60οὐ γὰρ ἴσον Κύκλωπι μελίσδεο: τὸν μὲν ἔφευγεν
καλὰ Γαλάτεια, σὲ δ̓ ἅδιον ἔβλεπεν ἅλμας.
καὶ νῦν λασαμένα τῶ κύματος ἐν ψαμάθοισιν
ἕζετ̓ ἐρημαίαισι, βόας δ̓ ἔτι σεῖο νομεύει.
ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
65πάντα τοι βούτα συγκάτθανε δῶρα τὰ Μοισᾶν,
παρθενικᾶν ἐρόεντα φιλήματα, χείλεα παίδων, [p. 450]
καὶ στυμνοὶ περὶ σῶμα τεὸν κλαίουσιν Ἔρωτες.
χἀ Κύπρις ποθέει σε πολὺ πλέον τὸ φίλημα,
τὸ πρώαν τὸν Ἄδωνιν ἀποθνᾴσκοντα φίλησεν.
70τοῦτό τοι ποταμῶν λιγυρώτατε δεύτερον ἄλγος,
τοῦτο, Μέλη, νέον ἄλγος. ἀπώλετο πρᾶν τοι Ὅμηρος,
τῆνο τὸ Καλλιόπας γλυκερὸν στόμα, καί σε λέγοντι
μύρασθαι καλὸν υἷα πολυκλαύτοισι ῥεέθροις,
πᾶσαν δ̓ ἔπλησας φωνᾶς ἅλα: νῦν πάλιν ἄλλον
75υἱέα δακρύεις, καινῷ δ̓ ἐπὶ πένθεϊ τάκῃ.
ἀμφότεροι παγαῖς πεφιλημένοι, ὃς μὲν ἔπινε
Παγασίδος κράνας, δ̓ ἔχεν πόμα τᾶς Ἀρεθοίσας.
χὢ μὲν Τυνδαρέοιο καλὰν ἄεισε θύγατρα
καὶ Θέτιδος μέγαν υἷα καὶ Ἀτρείδαν Μενέλαον:
80τῆνος δ̓ οὐ πολέμους, οὐ δάκρυα, Πᾶνα δ̓ ἔμελπε,
καὶ βούτας ἐλίγαινε καὶ ἀείδων ἐνόμευε,
καὶ σύριγγας ἔτευχε καὶ ἁδέα πόρτιν ἄμελγε,
καὶ παίδων ἐδίδασκε φιλήματα, καὶ τὸν Ἔρωτα
ἔτρεφεν ἐν κόλποισι καὶ ἤρεθε τὰν Ἀφροδίταν.
85ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
πᾶσα Βίων θρηνεῖ σε κλυτὰ πόλις, ἄστεα πάντα.
Ἄσκρα μὲν γοάει σε πολὺ πλέον Ἡσιόδοιο:
Πίνδαρον οὐ ποθέοντι τόσον Βοιωτίδες ὗλαι:
οὐ τόσον Ἀλκαίῳ περιμύρατο Λέσβος ἐραννά:
90οὐδὲ τόσον ὃν ἀοιδὸν ὀδύρατο Τήϊον ἄστυ:
σὲ πλέον Ἀρχιλόχοιο ποθεῖ Πάρος: ἀντὶ δὲ Σαπφῶς [p. 452]
εἰσέτι σεῦ τὸ μέλισμα κινύρεται Μιτυλάνα.
εἶ δὲ Συρακοσίοισι Θεόκριτος: αὐτὰρ ἐγώ τοι
Αὐσονικᾶς ὀδύνας μέλπω μέλος, οὐ ξένος ᾠδᾶς
95βουκολικᾶς, ἀλλ̓ ἅντε διδάξαο σεῖο μαθητὰς
κλαρονόμος Μοίσας τᾶς Δωρίδος, με γεραίρων
ἄλλοις μὲν τεὸν ὄλβον, ἐμοὶ δ̓ ἀπέλειπες ἀοιδάν.
ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
αἰαῖ ταὶ μαλάχαι μέν, ἐπὰν κατὰ κᾶπον ὄλωνται,
100ἠδὲ τὰ χλωρὰ σέλινα τό τ̓ εὐθαλὲς οὖλον ἄνηθον,
ὕστερον αὖ ζώοντι καὶ εἰς ἔτος ἄλλο φύοντι:
ἄμμες δ̓ οἱ μεγάλοι καὶ καρτεροί, οἱ σοφοὶ ἄνδρες,
ὁππότε πρᾶτα θάνωμες, ἀνάκοοι ἐν χθονὶ κοίλᾳ
εὕδομες εὖ μάλα μακρὸν ἀτέρμονα νήγρετον ὕπνον.
105καὶ σὺ μὲν ὦν σιγᾷ πεπυκασμένος ἔσσεαι ἐν γᾷ,
ταῖς Νύμφαισι δ̓ ἔδοξεν ἀεὶ τὸν βάτραχον ᾄδειν.
ταῖς δ̓ ἐγὼ οὐ φθονέοιμι: τὸ γὰρ μέλος οὐ καλὸν ᾄδει.
ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
φάρμακον ἦλθε, Βίων, ποτὶ σὸν στόμα, φάρμακον ἦδες
110τοιούτοις χείλεσσι ποτέδραμε κοὐκ ἐγλυκάνθη;
τίς δὲ βροτὸς τοσσοῦτον ἀνάμερος ὡς κεράσαι τοι
δοῦναι καλέοντι τὸ φάρμακον;—ἔκψυγεν ᾠδά.
ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
ἀλλὰ Δίκα κίχε πάντας. ἐγὼ δ̓ ἐπὶ πένθεϊ τῷδε [p. 454]
115δακρυχέων τεὸν οἶτον ὀδύρομαι. εἰ δυνάμαν δέ,
ὡς Ὀρφεὺς καταβὰς ποτὶ Τάρταρον, ὥς ποκ̓ Ὀδυσσεύς,
ὡς πάρος Ἀλκείδας, κἠγὼ τάχ̓ ἂν ἐς δόμον ἦνθον
Πλουτέος, ὥς κεν ἴδοιμι, καὶ εἰ Πλουτῆι μελίσδεις,
ὡς ἂν ἀκουσαίμαν, τί μελίσδεαι. ἀλλ̓ ἄγε Κώρᾳ
120Σικελικόν τι λίγαινε και ἁδύ τι βουκολιάζευ.
καὶ κείνα Σικελά, καὶ ἐν Αἰτναίαισιν ἔπαιζεν
ᾀόσι, καὶ μέλος οἶδε τὸ Δώριον: οὐκ ἀγέραστος
ἐσσεῖθ̓ μολπά. χὠς Ὀρφέϊ πρόσθεν ἔδωκεν
ἁδέα φορμίζοντι παλίσσυτον Εὐρυδίκειαν,
125καὶ σὲ Βίων πέμψει τοῖς ὤρεσιν. εἰ δέ τι κἠγὼν
συρίσδων δυνάμαν, παρὰ Πλουτέϊ κ̓ αὐτὸς ἄειδον. [p. 458]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: