previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Εἲς Ἀπόλλωνα [Δήλιον]



μνήσομαι οὐδὲ λάθωμαι Ἀπόλλωνος ἑκάτοιο,
ὅντε θεοὶ κατὰ δῶμα Διὸς τρομέουσιν ἰόντα:
καί ῥά τ᾽ ἀναΐσσουσιν ἐπὶ σχεδὸν ἐρχομένοιο
πάντες ἀφ᾽ ἑδράων, ὅτε φαίδιμα τόξα τιταίνει.


5Λητὼ δ᾽ οἴη μίμνε παραὶ Διὶ τερπικεραύνῳ,
ῥα βιόν τ᾽ ἐχάλασσε καὶ ἐκλήισσε φαρέτρην,
καί οἱ ἀπ᾽ ἰφθίμων ὤμων χείρεσσιν ἑλοῦσα
τόξα κατεκρέμασε πρὸς κίονα πατρὸς ἑοῖο
πασσάλου ἐκ χρυσέου: τὸν δ᾽ ἐς θρόνον εἷσεν ἄγουσα.
10τῷ δ᾽ ἄρα νέκταρ ἔδωκε πατὴρ δέπαϊ χρυσείῳ
δεικνύμενος φίλον υἱόν: ἔπειτα δὲ δαίμονες ἄλλοι
ἔνθα καθίζουσιν: χαίρει δέ τε πότνια Λητώ,
οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτε.
χαῖρε, μάκαιρ᾽ Λητοῖ, ἐπεὶ τέκες ἀγλαὰ τέκνα,
15Ἀπόλλωνά τ᾽ ἄνακτα καὶ Ἄρτεμιν ἰοχέαιραν,
τὴν μὲν ἐν Ὀρτυγίῃ, τὸν δὲ κραναῇ ἐνὶ Δήλῳ,
κεκλιμένη πρὸς μακρὸν ὄρος καὶ Κύνθιον ὄχθον,
ἀγχοτάτω φοίνικος, ἐπ᾽ Ἰνωποῖο ῥεέθροις.


πῶς τ᾽ ἄρ σ᾽ ὑμνήσω πάντως εὔυμνον ἐόντα;
20πάντη γάρ τοι, Φοῖβε, νόμοι βεβλήατ᾽ ἀοιδῆς,
ἠμὲν ἀν᾽ ἤπειρον πορτιτρόφον ἠδ᾽ ἀνὰ νήσους:
πᾶσαι δὲ σκοπιαί τοι ἅδον καὶ πρώονες ἄκροι
ὑψηλῶν ὀρέων ποταμοί θ᾽ ἅλαδε προρέοντες
ἀκταί τ᾽ εἰς ἅλα κεκλιμέναι λιμένες τε θαλάσσης.


25 ὥς σε πρῶτον Λητὼ τέκε, χάρμα βροτοῖσι,
κλινθεῖσα πρὸς Κύνθου ὄρος κραναῇ ἐνὶ νήσῳ,
Δήλῳ ἐν ἀμφιρύτῃ; ἑκάτερθε δὲ κῦμα κελαινὸν
ἐξῄει χέρσονδε λιγυπνοίοις ἀνέμοισιν,
ἔνθεν ἀπορνύμενος πᾶσι θνητοῖσιν ἀνάσσεις.
30ὅσσους Κρήτη τ᾽ ἐντὸς ἔχει καὶ δῆμος Ἀθηνῶν
νῆσός τ᾽ Αἰγίνη ναυσικλειτή τ᾽ Εὔβοια,
Αἰγαί, Πειρεσίαι τε καὶ ἀγχιάλη Πεπάρηθος
Θρηίκιός τ᾽ Ἀθόως καὶ Πηλίου ἄκρα κάρηνα
Θρηικίη τε Σάμος Ἴδης τ᾽ ὄρεα σκιόεντα,
35Σκῦρος καὶ Φώκαια καὶ Αὐτοκάνης ὄρος αἰπύ,
Ἴμβρος τ᾽ εὐκτιμένη καὶ Λῆμνος ἀμιχθαλόεσσα
Λέσβος τ᾽ ἠγαθέη, Μάκαρος ἕδος Αἰολίωνος,
καὶ Χίος, νήσων λιπαρωτάτη εἰν ἁλὶ κεῖται,
παιπαλόεις τε Μίμας καὶ Κωρύκου ἄκρα κάρηνα
40καὶ Κλάρος αἰγλήεσσα καὶ Αἰσαγέης ὄρος αἰπὺ
καὶ Σάμος ὑδρηλὴ Μυκάλης τ᾽ αἰπεινὰ κάρηνα
Μίλητός τε Κόως τε, πόλις Μερόπων ἀνθρώπων,
καὶ Κνίδος αἰπεινὴ καὶ Κάρπαθος ἠνεμόεσσα
Νάξος τ᾽ ἠδὲ Πάρος Ῥήναιά τε πετρήεσσα,
45τόσσον ἔπ᾽ ὠδίνουσα Ἑκηβόλον ἵκετο Λητώ,
εἴ τίς οἱ γαιέων υἱεῖ θέλοι οἰκία θέσθαι.
αἳ δὲ μάλ᾽ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη
Φοῖβον δέξασθαι, καὶ πιοτέρη περ ἐοῦσα:
πρίν γ᾽ ὅτε δή ῥ᾽ ἐπὶ Δήλου ἐβήσατο πότνια Λητὼ
50καί μιν ἀνειρομένη ἔπεα πτερόεντα προσηύδα:


δῆλ᾽, εἰ γάρ κ᾽ ἐθέλοις ἕδος ἔμμεναι υἷος ἐμοῖο,
Φοίβου Ἀπόλλωνος, θέσθαι τ᾽ ἔνι πίονα νηόν, —
ἄλλος δ᾽ οὔτις σεῖό ποθ᾽ ἅψεται, οὐδέ σε λήσει:
οὐδ᾽ εὔβων σέ γ᾽ ἔσεσθαι ὀίομαι οὔτ᾽ εὔμηλον,
55οὐδὲ τρύγην οἴσεις οὔτ᾽ ἂρ φυτὰ μυρία φύσεις.
εἰ δέ κ᾽ Ἀπόλλωνος ἑκαέργου νηὸν ἔχῃσθα,
ἄνθρωποί τοι πάντες ἀγινήσουσ᾽ ἑκατόμβας
ἐνθάδ᾽ ἀγειρόμενοι, κνίσση δέ τοι ἄσπετος αἰεὶ
δημοῦ ἀναΐξει βοσκήσεις θ᾽ οἵ κέ σ᾽ ἔχωσι
60χειρὸς ἀπ᾽ ἀλλοτρίης, ἐπεὶ οὔ τοι πῖαρ ὑπ᾽ οὖδας.


ὣς φάτο: χαῖρε δὲ Δῆλος, ἀμειβομένη δὲ προσηύδα:


Λητοῖ, κυδίστη θύγατερ μεγάλου Κοίοιο,
ἀσπασίη κεν ἐγώ γε γονὴν ἑκάτοιο ἄνακτος
δεξαίμην: αἰνῶς γὰρ ἐτήτυμόν εἰμι δυσηχὴς
65ἀνδράσιν: ὧδε δέ κεν περιτιμήεσσα γενοίμην.
ἀλλὰ τόδε τρομέω, Λητοῖ, ἔπος, οὐδέ σε κεύσω:
λίην γάρ τινά φασιν ἀτάσθαλον Ἀπόλλωνα
ἔσσεσθαι, μέγα δὲ πρυτανευσέμεν ἀθανάτοισι
καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.
70τῷ ῥ᾽ αἰνῶς δείδοικα κατὰ φρένα καὶ κατὰ θυμόν,
μή, ὁπότ᾽ ἂν τὸ πρῶτον ἴδῃ φάος ἠελίοιο,
νῆσον ἀτιμήσας, ἐπεὶ κραναήπεδός εἰμι,
ποσσὶ καταστρέψας ὤσῃ ἁλὸς ἐν πελάγεσσιν,
ἔνθ᾽ ἐμὲ μὲν μέγα κῦμα κατὰ κρατὸς ἅλις αἰεὶ
75κλύσσει: δ᾽ ἄλλην γαῖαν ἀφίξεται, κεν ἅδῃ οἱ,
τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα:
πουλύποδες δ᾽ ἐν ἐμοὶ θαλάμας φῶκαί τε μέλαιναι
οἰκία ποιήσονται ἀκηδέα, χήτεϊ λαῶν.
ἀλλ᾽ εἴ μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι,
80ἐνθάδε μιν πρῶτον τεύξειν περικαλλέα νηὸν
ἔμμεναι ἀνθρώπων χρηστήριον, αὐτὰρ ἔπειτα
[1τεύξασθαι νηούς τε καὶ ἄλσεα δενδρηέντα ]1
πάντας ἐπ᾽ ἀνθρώπους, ἐπεὶ πολυώνυμος ἔσται.


ὣς ἄρ ἔφη: Λητὼ δὲ θεῶν μέγαν ὅρκον ὄμοσσε:


ἴστω νῦν τάδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθεν
85καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅστε μέγιστος
ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσιν:
μὴν Φοίβου τῇδε θυώδης ἔσσεται αἰεὶ
βωμὸς καὶ τέμενος, τίσει δέ σέ γ᾽ ἔξοχα πάντων.


αὐτὰρ ἐπεί ῥ᾽ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
90Δῆλος μὲν μάλα χαῖρε γονῇ ἑκάτοιο ἄνακτος:
Λητὼ δ᾽ ἐννῆμάρ τε καὶ ἐννέα νύκτας ἀέλπτοις
ὠδίνεσσι πέπαρτο. θεαὶ δ᾽ ἔσαν ἔνδοθι πᾶσαι,
ὅσσαι ἄρισται ἔασι, Διώνη τε Ῥείη τε
Ἰχναίη τε Θέμις καὶ ἀγάστονος Ἀμφιτρίτη
95 ἄλλαι τ᾽ ἀθάναται νόσφιν λευκωλένου Ἥρης:
ἧστο γὰρ ἐν μεγάροισι Διὸς νεφεληγερέταο:
μούνη δ᾽ οὐκ ἐπέπυστο μογοστόκος Εἰλείθυια:
ἧστο γὰρ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν,
Ἥρης φραδμοσύνης λευκωλένου, μιν ἔρυκε
100ζηλοσύνῃ, ὅτ᾽ ἄρ᾽ υἱὸν ἀμύμονά τε κρατερόν τε
Λητὼ τέξεσθαι καλλιπλόκαμος τότ᾽ ἔμελλεν.
αἳ δ᾽ Ἶριν προὔπεμψαν ἐυκτιμένης ἀπὸ νήσου,
ἀξέμεν Εἰλείθυιαν, ὑποσχόμεναι μέγαν ὅρμον,
χρυσείοισι λίνοισιν ἐερμένον, ἐννεάπηχυν:
105νόσφιν δ᾽ ἤνωγον καλέειν λευκωλένου Ἥρης,
νή μιν ἔπειτ᾽ ἐπέεσσιν ἀποστρέψειεν ἰοῦσαν.
αὐτὰρ ἐπεὶ τό γ᾽ ἄκουσε ποδήνεμος ὠκέα Ἶρις,
βῆ ῥα θέειν, ταχέως δὲ διήνυσε πᾶν τὸ μεσηγύ.
αὐτὰρ ἐπεί ῥ᾽ ἵκανε θεῶν ἕδος, αἰπὺν Ὄλυμπον,
110αὐτίκ᾽ ἄρ᾽ Εἰλείθυιαν ἀπὲκ μεγάροιο θύραζε
ἐκπροκαλεσσαμένη ἔπεα πτερόεντα προσηύδα,
πάντα μάλ᾽, ὡς ἐπέτελλον Ὀλύμπια δώματ᾽ ἔχουσαι.
τῇ δ᾽ ἄρα θυμὸν ἔπειθεν ἐνὶ στήθεσσι φίλοισι:
βὰν δὲ ποσὶ τρήρωσι πελειάσιν ἴθμαθ᾽ ὁμοῖαι.
115εὖτ᾽ ἐπὶ Δήλου ἔβαινε μογοστόκος Εἰλείθυια,
δὴ τότε τὴν τόκος εἷλε, μενοίνησεν δὲ τεκέσθαι.
ἀμφὶ δὲ φοίνικι βάλε πήχεε, γοῦνα δ᾽ ἔρεισε
λειμῶνι μαλακῷ: μείδησε δὲ γαῖ᾽ ὑπένερθεν:
ἐκ δ᾽ ἔθορε πρὸ φόωσδε: θεαὶ δ᾽ ὀλόλυξαν ἅπασαι.


120ἔνθα σέ, ἤιε Φοῖβε, θεαὶ λόον ὕδατι καλῷ
ἁγνῶς καὶ καθαρῶς, σπάρξαν δ᾽ ἐν φάρεϊ λευκῷ,
λεπτῷ, νηγατέῳ: περὶ δὲ χρύσεον στρόφον ἧκαν.
οὐδ᾽ ἄρ᾽ Ἀπόλλωνα χρυσάορα θήσατο μήτηρ,
ἀλλὰ Θέμις νέκταρ τε καὶ ἀμβροσίην ἐρατεινὴν
125ἀθανάτῃσιν χερσὶν ἐπήρξατο: χαῖρε δὲ Λητώ,
οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτεν.
αὐτὰρ ἐπεὶ δή, Φοῖβε, κατέβρως ἄμβροτον εἶδαρ,
οὔ σέ γ᾽ ἔπειτ᾽ ἴσχον χρύσεοι στρόφοι ἀσπαίροντα,
οὐδ᾽ ἔτι δέσματ᾽ ἔρυκε, λύοντο δὲ πείρατα πάντα.
130αὐτίκα δ᾽ ἀθανάτῃσι μετηύδα Φοῖβος Ἀπόλλων: ‘
εἴη μοι κίθαρίς τε φίλη καὶ καμπύλα τόξα,
χρήσω δ᾽ ἀνθρώποισι Διὸς νημερτέα βουλήν.’


ὣς εἰπὼν ἐβίβασκεν ἐπὶ χθονὸς εὐρυοδείης
Φοῖβος ἀκερσεκόμης, ἑκατηβόλος: αἳ δ᾽ ἄρα πᾶσαι
135θάμβεον ἀθάναται: χρυσῷ δ᾽ ἄρα Δῆλος ἅπασα
[βεβρίθει, καθορῶσα Διὸς Λητοὺς τε γενέθλην,
γηθοσύνῃ, ὅτι μιν θεὸς εἵλετο οἰκία θέσθαι
νήσων ἠπείρου τε, φίλησε δὲ κηρόθι μᾶλλον.]
ἤνθησ᾽, ὡς ὅτε τε ῥίον οὔρεος ἄνθεσιν ὕλης.
140αὐτὸς δ᾽, ἀργυρότοξε, ἄναξ ἑκατηβόλ᾽ Ἄπολλον,
ἄλλοτε μέν τ᾽ ἐπὶ Κύνθου ἐβήσαο παιπαλόεντος,
ἄλλοτε δ᾽ ἂν νήσους τε καὶ ἀνέρας ἠλάσκαζες.
πολλοί τοι νηοί τε καὶ ἄλσεα δενδρήεντα:
πᾶσαι δὲ σκοπιαί τε φίλαι καὶ πρώονες ἄκροι
145ὑψηλῶν ὀρέων ποταμοί θ᾽ ἅλαδε προρέοντες:
ἀλλὰ σὺ Δήλῳ, Φοῖβε, μάλιστ᾽ ἐπιτέρπεαι ἦτορ,
ἔνθα τοι ἑλκεχίτωνες Ἰάονες ἠγερέθονται
αὐτοῖς σὺν παίδεσσι καὶ αἰδοίῃς ἀλόχοισιν.
οἱ δέ σε πυγμαχίῃ τε καὶ ὀρχηθμῷ καὶ ἀοιδῇ
150μνησάμενοι τέρπουσιν, ὅτ᾽ ἄν στήσωνται ἀγῶνα.
φαίη κ᾽ ἀθανάτους καὶ ἀγήρως ἔμμεναι αἰεί,
ὃς τόθ᾽ ὑπαντιάσει᾽, ὅτ᾽ Ἰάονες ἀθρόοι εἶεν:
πάντων γάρ κεν ἴδοιτο χάριν, τέρψαιτο δὲ θυμὸν
ἄνδρας τ᾽ εἰσορόων καλλιζώνους τε γυναῖκας
155νῆάς τ᾽ ὠκείας ἠδ᾽ αὐτῶν κτήματα πολλά.
πρὸς δὲ τόδε μέγα θαῦμα, ὅου κλέος οὔποτ᾽ ὀλεῖται,
κοῦραι Δηλιάδες, ἑκατηβελέταο θεράπναι:
αἵ τ᾽ ἐπεὶ ἂρ πρῶτον μὲν Ἀπόλλων᾽ ὑμνήσωσιν,
αὖτις δ᾽ αὖ Λητώ τε καὶ Ἄρτεμιν ἰοχέαιραν,
160μνησάμεναι ἀνδρῶν τε παλαιῶν ἠδὲ γυναικῶν
ὕμνον ἀείδουσιν, θέλγουσι δὲ φῦλ᾽ ἀνθρώπων.
πάντων δ᾽ ἀνθρώπων φωνὰς καὶ βαμβαλιαστὺν
μιμεῖσθ᾽ ἴσασιν: φαίη δέ κεν αὐτὸς ἕκαστος
φθέγγεσθ᾽: οὕτω σφιν καλὴ συνάρηρεν ἀοιδή.


165ἀλλ᾽ ἄγεθ᾽ ἱλήκοι μὲν Ἀπόλλων Ἀρτέμιδιξύν,
χαίρετε δ᾽ ὑμεῖς πᾶσαι: ἐμεῖο δὲ καὶ μετόπισθεν
μνήσασθ᾽, ὁππότε κέν τις ἐπιχθονίων ἀνθρώπων
ἐθάδ᾽ ἁνείρηται ξεῖνος ταλαπείριος ἐλθών:
κοῦραι, τίς δ᾽ ὔμμιν ἀνὴρ ἥδιστος ἀοιδῶν
170ἐνθάδε πωλεῖται, καὶ τέῳ τέρπεσθε μάλιστα;
ὑμεῖς δ᾽ εὖ μάλα πᾶσαι ὑποκρίνασθαι ἀφήμως:
τυφλὸς ἀνήρ, οἰκεῖ δὲ Χίῳ ἔνι παιπαλοέσσῃ
τοῦ μᾶσαι μετόπισθεν ἀριστεύσουσιν ἀοιδαί.
ἡμεῖς δ᾽ ὑμέτερον κλέος οἴσομεν, ὅσσον ἐπ᾽ αἶαν
175ἀνθρώπων στρεφόμεσθα πόλεις εὖ ναιεταώσας:
οἳ δ᾽ ἐπὶ δὴ πείσονται, ἐπεὶ καὶ ἐτήτυμόν ἐστιν.
αὐτὰρ ἐγὼν οὐ λήξω ἑκηβόλον Ἀπόλλωνα
ὑμνέων ἀργυρότοξον, ὃν ἠύκομος τέκε Λητώ.


[Εἲς Ἀπόλλωνα Πύθιον]


ἄνα, καὶ Λυκίην καὶ Μῃονίην ἐρατεινὴν
180καὶ Μίλητον ἔχεις, ἔναλον πόλιν ἱμερόεσσαν,
αὐτὸς δ᾽ αὖ Δήλοιο περικλύστοιο μέγ᾽ ἀνάσσεις.


εἶσι δὲ φορμίζων Λητοῦς ἐρικυδέος υἱὸς
φόρμιγγι γλαφυρῇ πρὸς Πυθὼ πετρήεσσαν,
ἄμβροτα εἵματ᾽ ἔχων τεθυωμένα: τοῖο δὲ φόρμιγξ
185χρυσέου ὑπὸ πλήκτρου καναχὴν ἔχει ἱμερόεσσαν.
ἔνθεν δὲ πρὸς Ὄλυμπον ἀπὸ χθονός, ὥστε νόημα,
εἶσι Διὸς πρὸς δῶμα θεῶν μεθ᾽ ὁμήγυριν ἄλλων.
αὐτίκα δ᾽ ἀθανάτοισι μέλει κίθαρις καὶ ἀοιδή:
Μοῦσαι μέν θ᾽ ἅμα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ
190ὑμνεῦσίν ῥα θεῶν δῶρ᾽ ἄμβροτα ἠδ᾽ ἀνθρώπων
τλημοσύνας, ὅσ᾽ ἔχοντες ὑπ᾽ ἀθανάτοισι θεοῖσι
ζώουσ᾽ ἀφραδέες καὶ ἀμήχανοι, οὐδὲ δύνανται
εὑρέμεναι θανάτοιό τ᾽ ἄκος καὶ γήραος ἄλκαρ:
αὐτὰρ ἐυπλόκαμοι Χάριτες καὶ ἐύφρονες Ὧραι
195Ἁρμονίη θ᾽ Ἥβη τε Διὸς θυγάτηρ τ᾽ Ἀφροδίτη
ὀρχεῦντ᾽ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχουσαι:
τῇσι μὲν οὔτ᾽ αἰσχρὴ μεταμέλπεται οὔτ᾽ ἐλάχεια,
ἀλλὰ μάλα μεγάλη τε ἰδεῖν καὶ εἶδος ἀγητή,
Ἄρτεμις ἰοχέαιρα ὁμότροφος Ἀπόλλωνι.
200ἐν δ᾽ αὖ τῇσιν Ἄρης καὶ ἐύσκοπος Ἀργειφόντης
παίζουσ᾽: αὐτὰρ Φοῖβος Α᾽πόλλων ἐγκιθαρίζει
καλὰ καὶ ὕψι βιβάς: αἴγλη δέ μιν ἀμφιφαείνει
μαρμαρυγαί τε ποδῶν καὶ ἐυκλώστοιο χιτῶνος.
οἳ δ᾽ ἐπιτέρπονται θυμὸν μέγαν εἰσορόωντες
205Λητώ τε χρυσοπλόκαμος καὶ μητίετα Ζεὺς
υἷα φίλον παίζοντα μετ᾽ ἀθανάτοισι θεοῖσι.


πῶς τ᾽ ἄρ σ᾽ ὑμνήσω πάντως εὔυμνον ἐόντα;
ἠέ σ᾽ ἐνὶ μνηστῆρσιν ἀείδω καὶ φιλότητι,
ὅππως μνωόμενος ἔκιες Ἀζαντίδα κούρην
210Ἴσχυ᾽ ἅμ᾽ ἀντιθέῳ Ἐλατιονίδη εὐίππῳ;
ἅμα Θόρβαντι Τριοπέῳ γένος, ἅμ᾽ Ἐρευθεῖ;
ἅμα Λευκίππῳ καὶ Λευκίπποιο δάμαρτι
... πεζός, δ᾽ ἵπποισιν: οὐ μὴν Τρίοπός γ᾽ ἐνέλειπεν.
ὡς τὸ πρῶτον χρηστήριον ἀνθρώποισι
215ζητεύων κατὰ γαῖαν ἔβης, ἑκατηβόλ᾽ Ἄπολλον;
Πιερίην μὲν πρῶτον ἀπ᾽ Οὐλύμποιο κατῆλθες:
Λέκτον τ᾽ ἠμαθοέντα παρέστιχες ἠδ᾽ Ἐνιῆνας
καὶ διὰ Περραιβούς: τάχα δ᾽ εἰς Ἰαωλκὸν ἵκανες,
Κηναίου τ᾽ ἐπέβης ναυσικλειτῆς Εὐβοίης.
220στῆς δ᾽ ἐπὶ Ληλάντῳ πεδίῳ: τό τοι οὐχ ἅδε θυμῷ
τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα.
ἔνθεν δ᾽ Εὔριπον διαβάς, ἑκατηβόλ᾽ Ἄπολλον,
βῆς ἄν᾽ ὄρος ζάθεον, χλωρόν: τάχα δ᾽ ἷξες ἀπ᾽ αὐτοῦ
ἐς Μυκαλησσὸν ἰὼν καὶ Τευμησσὸν λεχεποίην.
225Θήβης δ᾽ εἰσαφίκανες ἕδος καταειμένον ὕλῃ:
οὐ γάρ πώ τις ἔναιε βροτῶν ἱερῇ ἐνὶ Θήβῃ,
οὐδ᾽ ἄρα πω τότε γ᾽ ἦσαν ἀταρπιτοὶ οὐδὲ κέλευθοι
Θήβης ἂμ πεδίον πυρηφόρον, ἀλλ᾽ ἔχεν ὕλη.
ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλ᾽ Ἄπολλον,
230Ὀγχηστὸν δ᾽ ἷξες, Ποσιδήιον ἀγλαὸν ἄλσος:
ἔνθα νεοδμὴς πῶλος ἀναπνέει ἀχθόμενός περ
ἕλκων ἅρματα καλά: χαμαὶ δ᾽ ἐλατὴρ ἀγαθός περ
ἐκ δίφροιο θορὼν ὁδὸν ἔρχεται: οἳ δὲ τέως μὲν
κείν᾽ ὄχεα κροτέουσι ἀνακτορίην ἀφιέντες.
235εἰ δέ κεν ἅρματ᾽ ἀγῇσιν ἐν ἄλσεϊ δενδρήεντι,
ἵππους μὲν κομέουσι, τὰ δὲ κλίναντες ἐῶσιν:
ὣς γὰρ τὰ πρώτισθ᾽ ὁσίη γένεθ᾽: οἳ δὲ ἄνακτι
εὔχονται, δίφρον δὲ θεοῦ τότε μοῖρα φυλάσσει.
ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλ᾽ Ἄπολλον:
240Κηφισσὸν δ᾽ ἄρ᾽ ἔπειτα κιχήσαο καλλιρέεθρον,
ὅς τε Λιλαίηθεν προχέει καλλίρροον ὕδωρ.
τὸν διαβάς, Ἑκάεργε, καὶ Ὠκαλέην πολύπυργον
ἔνθεν ἄρ᾽ εἰς Ἁλίαρτον ἀφίκεο ποιήεντα.
βῆς δ᾽ ἐπὶ Τελφούσης: τόθι τοι ἅδε χῶρος ἀπήμων
245τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα:
στῆς δὲ μάλ᾽ ἄγχ᾽ αὐτῆς καὶ μιν πρὸς μῦθον ἔειπες: ‘
Τελφοῦσ᾽, ἐνθάδε δὴ φρονέω περικαλλέα νηὸν
ἀνθρώπων τεῦξαι χρηστήριον, οἵτε μοι αἰεὶ
ἐνθάδ᾽ ἀγινήσουσι τεληέσσας ἑκατόμβας,
250ἠμὲν ὅσοι Πελοπόννησον πίειραν ἔχουσιν
ἠδ᾽ ὅσοι Εὐρώπην τε καὶ ἀμφιρύτας κατὰ νήσους,
χρησόμενοι: τοῖσιν δέ κ᾽ ἐγὼ νημερτέα βουλὴν
πᾶσι θεμιστεύοιμι χρέων ἐνὶ πίονι νηῷ. ’
ὣς εἰπὼν διέθηκε θεμείλια Φοῖβος Ἀπόλλων
255εὐρέα καὶ μάλα μακρὰ διηνεκές: δὲ ἰδοῦσα
Τελφοῦσα κραδίην ἐχολώσατο εἶπέ τε μῦθον: ‘
φοῖβε ἄναξ ἑκάεργε, ἔπος τί τοι ἐν φρεσὶ θήσω.
ἐνθάδ᾽ ἐπεὶ φρονέεις τεῦξαι περικαλλέα νηὸν
ἔμμεναι ἀνθρώποις χρηστήριον, οἵτε τοι αἰεὶ
260ἐνθάδ᾽ ἀγινήσουσι τεληέσσας ἑκατόμβας:
ἀλλ᾽ ἔκ τοι ἐρέω, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσι,
πημανέει σ᾽ αἰεὶ κτύπος ἵππων ὠκειάων
ἀρδόμενοί τ᾽ οὐρῆες ἐμῶν ἱερῶν ἀπὸ πηγέων:
ἔνθα τις ἀνθρώπων βουλήσεται εἰσοράασθαι
265ἅρματά τ᾽ εὐποίητα καὶ ὠκυπόδων κτύπον ἵππων
νηόν τε μέγαν καὶ κτήματα πόλλ᾽ ἐνεόντα.
ἀλλ᾽ εἰ δή τι πίθοιο, σὺ δὲ κρείσσων καὶ ἀρείων
ἐσσί, ἄναξ, ἐμέθεν, σεῦ δὲ σθένος ἐστὶ μέγιστον,
ἐν Κρίσῃ ποίησαι ὑπὸ πτυχὶ Παρνησοῖο.
270ἔνθ᾽ οὔθ᾽ ἅρματα καλὰ δονήσεται οὔτε τοι ἵππων
ὠκυπόδων κτύπος ἔσται ἐύδμητον περὶ βωμόν,
ἀλλά τοι ὣς προσάγοιεν Ἰηπαιήονι δῶρα
ἀνθρώπων κλυτὰ φῦλα: σὺ δὲ φρένας ἀμφιγεγηθὼς
δέξαι᾽ ἱερὰ καλὰ περικτιόνων ἀνθρώπων.’
275ὣς εἰποῦσ᾽ Ἑκάτου πέπιθε φρένας, ὄφρα οἱ αὐτῇ
Τελφούσῃ κλέος εἴη ἐπὶ χθονί, μηδ᾽ Ἑκάτοιο.
ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλ᾽ Ἄπολλον:
ἷξες δ᾽ ἐς Φλεγύων ἀνδρῶν πόλιν ὑβριστάων,
οἳ Διὸς οὐκ ἀλέγοντες ἐπὶ χθονὶ ναιετάασκον
280ἐν καλῇ βήσσῃ Κηφισίδος ἐγγύθι λίμνης.
ἔνθεν καρπαλίμως προσέβης πρὸς δειράδα θύων
ἵκεο δ᾽ ἐς Κρίσην ὑπὸ Παρνησὸν νιφόεντα,
κνημὸν πρὸς Ζέφυρον τετραμμένον, αὐτὰρ ὕπερθεν
πέτρη ἐπικρέμαται, κοίλη δ᾽ ὑποδέδρομε βῆσσα,
285τρηχεῖ᾽: ἔνθα ἄναξ τεκμήρατο Φοῖβος Ἀπόλλων
νηὸν ποιήσασθαι ἐπήρατον εἶπέ τε μῦθον:
ἐνθάδε δὴ φρονέω τεῦξαι περικαλλέα νηὸν
ἔμμεναι ἀνθρώποις χρηστήριον, οἵτε μοι αἰεὶ
ἐνθάδ᾽ ἀγινήσουσι τεληέσσας ἑκατόμβας,
290ἠμὲν ὅσοι Πελοπόννησον πίειραν ἔχουσιν,
ἠδ᾽ ὅσοι Εὐρώπην τε καὶ ἀμφιρύτας κατὰ νήσους,
χρησόμενοι: τοῖσιν δ᾽ ἄρ᾽ ἐγὼ νημερτέα βουλὴν
πᾶσι θεμιστεύοιμι χρέων ἐνὶ πίονι νηῷ.
ὣς εἰπὼν διέθηκε θεμείλια Φοῖβος Ἀπόλλων
295εὐρέα καὶ μάλα μακρὰ διηνεκές: αὐτὰρ ἐπ᾽ αὐτοῖς
λάινον οὐδὸν ἔθηκε Τροφώνιος ἠδ᾽ Ἀγαμήδης,
υἱέες Ἐργίνου, φίλοι ἀθανάτοισι θεοῖσιν:
ἀμφὶ δὲ νηὸν ἔνασσαν ἀθέσφατα φῦλ᾽ ἀνθρώπων
ξεστοῖσιν λάεσσιν, ἀοίδιμον ἔμμεναι αἰεί.
300ἀγχοῦ δὲ κρήνη καλλίρροος, ἔνθα δράκαιναν
κτεῖνεν ἄναξ, Διὸς υἱός, ἀπὸ κρατεροῖο βιοῖο,
ζατρεφέα, μεγάλην, τέρας ἄγριον, κακὰ πολλὰ
ἀνθρώπους ἔρδεσκεν ἐπὶ χθονί, πολλὰ μὲν αὐτούς,
πολλὰ δὲ μῆλα ταναύποδ᾽, ἐπεὶ πέλε πῆμα δαφοινόν.
305καὶ ποτε δεξαμένη χρυσοθρόνου ἔτρεφεν Ἥρης
δεινόν τ᾽ ἀργαλέον τε Τυφάονα, πῆμα βροτοῖσιν:
ὅν ποτ᾽ ἄρ᾽ Ἥρη ἔτικτε χολωσαμένη Διὶ πατρί,
ἡνίκ᾽ ἄρα Κρονίδης ἐρικυδέα γείνατ᾽ Ἀθήνην
ἐν κορυφῇ: δ᾽ αἶψα χολώσατο πότνια Ἥρη
310ἠδὲ καὶ ἀγρομένοισι μετ᾽ ἀθανάτοισιν ἔειπε:
κέκλυτέ μευ, πάντες τε θεοὶ πᾶσαί τε θέαιναι,
ὡς ἔμ᾽ ἀτιμάζειν ἄρχει νεφεληγερέτα Ζεὺς
πρῶτος, ἐπεί μ᾽ ἄλοχον ποιήσατο κέδν᾽ εἰδυῖαν:
καὶ νῦν νόσφιν ἐμεῖο τέκε γλαυκῶπιν Ἀθήνην,
315 πᾶσιν μακάρεσσι μεταπρέπει ἀθανάτοισιν:
αὐτὰρ γ᾽ ἠπεδανὸς γέγονεν μετὰ πᾶσι θεοῖσι
παῖς ἐμὸς Ἥφαιστος, ῥικνὸς πόδας, ὃν τέκον αὐτή:
[αἶσχος ἐμοὶ καὶ ὄνειδος ἐν οὐρανῷ ὅντε καὶ αὐτή]
ῥῖψ᾽ ἀνὰ χερσὶν ἑλοῦσα καὶ ἔμβαλον εὐρέι πόντῳ:
ἀλλά Νηρῆος θυγάτηρ Θέτις ἀργυρόπεζα
320δέξατο καὶ μετὰ ᾗσι κασιγνήτῃσι κόμισσεν.
ὡς ὄφελ᾽ ἄλλο θεοῖσι χαρίζεσθαι μακάρεσσι.
σχέτλιε, ποικιλομῆτα, τί νῦν μητίσεαι ἄλλο;
πῶς ἔτλης οἶος τεκέειν γλαυκῶπιν Ἀθήνην;
οὐκ ἂν ἐγὼ τεκόμην; καὶ σὴ κεκλημένη ἔμπης
325ἦα ῥ᾽ ἐν ἀθανάτοισιν, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.
φράζεο νῦν μή τοί τι κακὸν μητίσομ᾽ ὀπίσσω.
καὶ νῦν μέντοι ἐγὼ τεχνήσομαι, ὥς κε γένηται
παῖς ἐμός, ὅς κε θεοῖσι μεταπρέποι ἀθανάτοισιν,
οὔτε σὸν αἰσχύνασ᾽ ἱερὸν λέχος οὔτ᾽ ἐμὸν αὐτῆς.
οὐδέ τοι εἰς εὐνὴν πωλήσομαι, ἀλλ᾽ ἀπὸ σεῖο
330τηλόθ᾽ ἐοῦσα θεοῖσι μετέσσομαι ἀθανάτοισιν.
ὣς εἰποῦσ᾽ ἀπὸ νόσφι θεῶν κίε χωομένη κῆρ.
αὐτίκ᾽ ἔπειτ᾽ ἠρᾶτο βοῶπις πότνια Ἥρη,
χειρὶ καταπρηνεῖ δ᾽ ἔλασε χθόνα καὶ φάτο μῦθον:
335κέκλυτε νῦν μευ, Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθεν
Τιτῆνές τε θεοί, τοὶ ὑπὸ χθονὶ ναιετάοντες
Τάρταρον ἀμφὶ μέγαν, τῶν ἒξ ἄνδρες τε θεοί τε:
αὐτοὶ νῦν μευ πάντες ἀκούσατε καὶ δότε παῖδα
νόσφι Διός, μηδέν τι βίην ἐπιδευέα κείνου:
ἀλλ᾽ γε φέρτερος ἔστω, ὅσον Κρόνου εὐρύοπα Ζεύς.
340ὣς ἄρα φωνήσασ᾽ ἵμασε χθόνα χειρὶ παχείῃ:
κινήθη δ᾽ ἄρα Γαῖα φερέσβιος: δὲ ἰδοῦσα
τέρπετο ὃν κατὰ θυμόν: ὀίετο γὰρ τελέεσθαι.
ἐκ τούτου δὴ ἔπειτα τελεσφόρον εἰς ἐνιαυτὸν
οὔτε πότ᾽ εἰς εὐνὴν Διὸς ἤλυθε μητιόεντος,
345οὔτε πότ᾽ ἐς θῶκον πολυδαίδαλον, ὡς τὸ πάρος περ
αὐτῷ ἐφεζομένη πυκινὰς φραζέσκετο βουλάς:
ἀλλ᾽ γ᾽ ἐν νηοῖσι πολυλλίστοισι μένουσα
τέρπετο οἷς ἱεροῖσι βοῶπις πότνια Ἥρη.
ἀλλ᾽ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
350ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,
δ᾽ ἔτεκ᾽ οὔτε θεοῖς ἐναλίγκιον οὔτε βροτοῖσι,
δεινόν τ᾽ ἀργαλέον τε Τυφάονα, πῆμα βροτοῖσιν.
αὐτίκα τόνδε λαβοῦσα βοῶπις πότνια Ἥρη
δῶκεν ἔπειτα φέρουσα κακῷ κακόν: δ᾽ ὑπέδεκτο.
355ὃς κακὰ πόλλ᾽ ἔρδεσκεν ἀγακλυτὰ φῦλ᾽ ἀνθρώπων:
ὃς τῇ γ᾽ ἀντιάσειε, φέρεσκέ μιν αἴσιμον ἦμαρ,
πρίν γέ οἱ ἰὸν ἐφῆκε ἄναξ ἑκάεργος Ἀπόλλων
καρτερόν: δ᾽ ὀδύνῃσιν ἐρεχθομένη χαλεπῇσι
κεῖτο μέγ᾽ ἀσθμαίνουσα κυλινδομένη κατὰ χῶρον.
360θεσπεσίη δ᾽ ἐνοπὴ γένετ᾽ ἄσπετος: δὲ καθ᾽ ὕλην
πυκνὰ μάλ᾽ ἔνθα καὶ ἔνθα ἑλίσσετο, λεῖπε δὲ θυμὸν
φοινὸν ἀποπνείουσ᾽: δ᾽ ἐπηύξατο Φοῖβος Ἀπόλλων:
ἐνταυθοῖ νῦν πύθευ ἐπὶ χθονὶ βωτιανείρῃ:
οὐδὲ σύ γε ζώουσα κακὸν δήλημα βροτοῖσιν
365ἔσσεαι, οἳ γαίης πολυφόρβου καρπὸν ἔδοντες
ἐνθάδ᾽ ἀγινήσουσι τεληέσσας ἑκατόμβας:
οὐδέ τί τοι θάνατόν γε δυσηλεγέ᾽ οὔτε Τυφωεὺς
ἀρκέσει οὔτε Χίμαιρα δυσώνυμος, ἀλλά σέ γ᾽ αὐτοῦ
πύσει Γαῖα μέλαινα καὶ ἠλέκτωρ Ὑπερίων.
370ὣς φάτ᾽ ἐπευχόμενος: τὴν δὲ σκότος ὄσσε κάλυψε.
τὴν δ᾽ αὐτοῦ κατέπυσ᾽ ἱερὸν μένος Ἠελίοιο,
ἐξ οὗ νῦν Πυθὼ κικλήσκεται: οἳ δὲ ἄνακτα
Πύθιον ἀγκαλέουσιν ἐπώνυμον, οὕνεκα κεῖθι
αὐτοῦ πῦσε πέλωρ μένος ὀξέος Ἠελίοιο.
375καὶ τότ᾽ ἄρ᾽ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ Φοῖβος Ἀπόλλων,
οὕνεκά μιν κρήνη καλλίρροος ἐξαπάφησε:
βῆ δ᾽ ἐπὶ Τελφούσῃ κεχολωμένος, αἶψα δ᾽ ἵκανε:
στῆ δὲ μάλ᾽ ἄγχ᾽ αὐτῆς καί μιν πρὸς μῦθον ἔειπε:
Τελφοῦσ᾽, οὐκ ἄρ᾽ ἔμελλες ἐμὸν νόον ἐξαπαφοῦσα
380χῶρον ἔχουσ᾽ ἐρατὸν προρέειν καλλίρροον ὕδωρ.
ἐνθάδε δὴ καὶ ἐμὸν κλέος ἔσσεται, οὐδὲ σὸν οἴης.
καὶ ἐπὶ ῥίον ὦσε ἄναξ ἑκάεργος Ἀπόλλων
πετραίῃς προχυτῇσιν, ἀπέκρυψεν δὲ ῥέεθρα
καὶ βωμὸν ποιήσατ᾽ ἐν ἄλσεϊ δενδρήεντι,
385ἄγχι μάλα κρήνης καλλιρρόου: ἔνθαδ᾽ ἄνακτι
πάντες ἐπίκλησιν Τελφουσίῳ εὐχετόωνται,
οὕνεκα Τελφούσης ἱερῆς ᾔσχυνε ῥέεθρα.
καὶ τότε δὴ κατὰ θυμὸν ἐφράζετο Φοῖβος Απόλλων,
οὕστινας ἀνθρώπους ὀργείονας εἰσαγάγοιτο,
390οἳ θεραπεύσονται Πυθοῖ ἔνι πετρηέσσῃ:
ταῦτ᾽ ἄρα ὁρμαίνων ἐνόησ᾽ ἐπὶ οἴνοπι πόντῳ
νῆα θοήν: ἐν δ᾽ ἄνδρες ἔσαν πολέες τε καὶ ἐσθλοί,
Κρῆτες ἀπὸ Κνωσοῦ Μινωίου, οἵ ῥα ἄνακτι
ἱερά τε ῥέζουσι καὶ ἀγγέλλουσι θέμιστας
395φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅττι κεν εἴπῃ
χρείων ἐκ δάφνης γυάλων ὕπο Παρνησοῖο.
οἳ μὲν ἐπὶ πρῆξιν καὶ χρήματα νηὶ μελαίνῃ
ἐς Πύλον ἠμαθόεντα Πυλοιγενέας τ᾽ ἀνθρώπους
ἔπλεον: αὐτὰρ τοῖσι συνήντετο Φοῖβος Ἀπόλλων:
400ἐν πόντῳ δ᾽ ἐπόρουσε δέμας δελφῖνι ἐοικὼς
νηὶ θοῇ καὶ κεῖτο πέλωρ μέγα τε δεινόν τε:
τῶν δ᾽ οὔτις κατὰ θυμὸν ἐπεφράσαθ᾽ ὥστε νοῆσαι
[ἐκβάλλειν δ᾽ ἔθελον δελφῖν᾽: δὲ νῆα μέλαιναν]
πάντοσ᾽ ἀνασσείσασκε, τίνασσε δὲ νήια δοῦρα.
οἳ δ᾽ ἀκέων ἐνὶ νηὶ καθήατο δειμαίνοντες:
405οὐδ᾽ οἵ γ᾽ ὅπλ᾽ ἔλυον κοίλην ἀνὰ νῆα μέλαιναν,
οὐδ᾽ ἔλυον λαῖφος νηὸς κυανοπρώροιο,
ἀλλ᾽ ὡς τὰ πρώτιστα κατεστήσαντο βοεῦσιν,
ὣς ἔπλεον: κραιπνὸς δὲ Νότος κατόπισθεν ἔπειγε
νῆα θοήν: πρῶτον δὲ παρημείβοντο Μάλειαν,
410πὰρ δὲ Λακωνίδα γαῖαν ἁλιστέφανον πτολίεθρον
ἷξον καὶ χῶρον τερψιμβρότου Ἠελίοιο,
Ταίναρον, ἔνθα τε μῆλα βαθύτριχα βόσκεται αἰεὶ
Ἠελίοιο ἄνακτος, ἔχει δ᾽ ἐπιτερπέα χῶρον.
οἳ μὲν ἄρ᾽ ἔνθ᾽ ἔθελον νῆα σχεῖν ἠδ᾽ ἀποβάντες
415φράσσασθαι μέγα θαῦμα καὶ ὀφθαλμοῖσιν ἰδέσθαι,
εἰ μενέει νηὸς γλαφυρῆς δαπέδοισι πέλωρον
εἰς οἶδμ᾽ ἅλιον πολυΐχθυον αὖτις ὀρούσει.
ἀλλ᾽ οὐ πηδαλίοισιν ἐπείθετο νηῦς εὐεργής,
ἀλλὰ παρὲκ Πελοπόννησον πίειραν ἔχουσα
420ἤι᾽ ὁδόν: πνοιῇ δὲ ἄναξ ἑκάεργος Ἀπόλλων
ῥηιδίως ἴθυν᾽: δὲ πρήσσουσα κέλευθον
Ἀρήνην ἵκανε καὶ Ἀργυφέην ἐρατεινὴν
καὶ Θρύον, Ἀλφειοῖο πόρον, καὶ ἐύκτιτον Αἶπυ
καὶ Πύλον ἠμαθόεντα Πυλοιγενέας τ᾽ ἀνθρώπους.
425βῆ δὲ παρὰ Κπουνοὺς καὶ Χαλκίδα καὶ παρὰ Δύμην
ἠδὲ παρ᾽ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.
εὖτε Φερὰς ἐπέβαλλεν, ἀγαλλομένη Διὸς οὔρῳ,
καί σφιν ὑπὲκ νεφέων Ἰθάκης τ᾽ ὄρος αἰπὺ πέφαντο
Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.
430ἀλλ᾽ ὅτε δὴ Πελοπόννησον παρενίσατο πᾶσαν
καὶ δὴ ἐπὶ Κρίσης κατεφαίνετο κόλπος ἀπείρων,
ὅστε διὲκ Πελοπόννησον πίειραν ἐέργει:
ἦλθ᾽ ἄνεμος Ζέφυρος μέγας, αἴθριος, ἐκ Διὸς αἴσης,
λάβρος ἐπαιγίζων ἐξ αἰθέρος, ὄφρα τάχιστα
435νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.
ἄψορροι δὴ ἔπειτα πρὸς ἠῶ τ᾽ ἠέλιόν τε
ἔπλεον: ἡγεμόνευε δ᾽ ἄναξ Διὸς υἱὸς Ἀπόλλων:
ἷξον δ᾽ ἐς Κρίσην εὐδείελον, ἀμπελόεσσαν,
ἐς λιμέν᾽: δ᾽ ἀμάθοισιν ἐχρίμψατο ποντοπόρος νηῦς.
440ἔνθ᾽ ἐκ νηὸς ὄρουσε ἄναξ ἑκάεργος Ἀπόλλων,
ἀστέρι εἰδόμενος μέσῳ ἤματι: τοῦ δ᾽ ἀπὸ πολλαὶ
σπινθαρίδες πωτῶντο, σέλας δ᾽ εἰς οὐρανὸν ἷκεν:
ἐς δ᾽ ἄδυτον κατέδυσε διὰ τριπόδων ἐριτίμων.
ἔνθ᾽ ἄρ᾽ γε φλόγα δαῖε πιφαυσκόμενος τὰ κῆλα:
445πᾶσαν δὲ Κρίσην κάτεχεν σέλας: αἳ δ᾽ ὀλόλυξαν
Κρισαίων ἄλοχοι καλλίζωνοί τε θύγατρες
Φοίβου ὑπὸ ῥιπῆς: μέγα γὰρ δέος ἔμβαλ᾽ ἑκάστῳ.
ἔνθεν δ᾽ αὖτ᾽ ἐπὶ νῆα νόημ᾽ ὣς ἆλτο πέτεσθαι,
ἀνέρι εἰδόμενος αἰζηῷ τε κρατερῷ τε,
450πρωθήβῃ, χαίτῃς εἰλυμένος εὐρέας ὤμους:
καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα:
ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθ᾽ ὑγρὰ κέλευθα;
τι κατὰ πρῆξιν μαψιδίως ἀλάλησθε
οἷά τε ληιστῆρες ὑπεὶρ ἅλα, τοί τ᾽ ἀλόωνται
455ψυχὰς παρθέμενοι, κακὸν ἀλλοδαποῖσι φέροντες;
τίφθ᾽ οὕτως ἧσθον τετιηότες, οὐδ᾽ ἐπὶ γαῖαν
ἐκβῆτ᾽, οὐδὲ καθ᾽ ὅπλα μελαίνης νηὸς ἔθεσθε;
αὕτη μέν γε δίκη πέλει ἀνδρῶν ἀλφηστάων,
ὁππότ᾽ ἂν ἐκ πόντοιο ποτὶ χθονὶ νηὶ μελαίνῃ
460ἔλθωσιν καμάτῳ ἀδηκότες, αὐτίκα δέ σφεας
σίτοιο γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ.
ὣς φάτο καί σφιν θάρσος ἐνὶ στήθεσσιν ἔθηκε.
τὸν καὶ ἀμειβόμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα:
ξεῖν᾽, ἐπεὶ οὐ μὲν γάρ τι καταθνητοῖσι ἔοικας,
465οὐ δέμας οὐδὲ φυήν, ἀλλ᾽ ἀθανάτοισι θεοῖσιν,
οὖλέ τε καὶ μέγα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
καί μοι τοῦτ᾽ ἀγόρευσον ἐτήτυμον, ὄφρ᾽ εὖ εἰδῶ:
τίς δῆμος; τίς γαῖα; τίνες βροτοὶ ἐγγεγάασιν;
ἄλλῃ γὰρ φρονέοντες ἐπεπλέομεν μέγα λαῖτμα
470ἐς Πύλον ἐκ Κρήτης, ἔνθεν γένος εὐχόμεθ᾽ εἶναι:
νῦν δ᾽ ὧδε ξὺν νηὶ κατήλθομεν οὔ τι ἑκόντες,
νόστου ἱέμενοι, ἄλλην ὁδόν, ἄλλα κέλευθα:
ἀλλά τις ἀθανάτων δεῦρ᾽ ἤγαγεν οὐκ ἐθέλοντας.
τοὺς δ᾽ ἀπαμειβόμενος προσέφη ἑκάεργος Ἀπόλλων: ‘
475ξεῖνοι, τοὶ Κνωσὸν πολυδένδρεον ἀμφενεμεσθε
τὸ πρίν, ἀτὰρ νῦν οὐκ ἔθ᾽ ὑπότροποι αὖτις ἔσεσθε
ἔς τε πόλιν ἐρατὴν καὶ δώματα καλὰ ἕκαστος
ἔς τε φίλας ἀλόχους: ἀλλ᾽ ἐνθάδε πίονα νηὸν
ἕξετ᾽ ἐμὸν πολλοῖσι τετιμένον ἀνθρώποισιν.
480εἰμὶ δ᾽ ἐγὼ Διὸς υἱός, Ἀπόλλων δ᾽ εὔχομαι εἶναι:
ὑμέας δ᾽ ἤγαγον ἐνθάδ᾽ ὑπὲρ μέγα λαῖμα θαλάσσης,
οὔ τι κακὰ φρονέων, ἀλλ᾽ ἐνθάδε πίονα νηὸν
ἕξετ᾽ ἐμὸν πᾶσιν μάλα τίμιον ἀνθρώποισι,
βουλάς τ᾽ ἀθανάτων εἰδήσετε, τῶν ἰότητι
485αἰεὶ τιμήσεσθε διαμπερὲς ἤματα πάντα.
ἀλλ᾽ ἄγεθ᾽, ὡς ἂν ἐγὼ εἴπω, πείθεσθε τάχιστα:
ἱστία μὲν πρῶτον κάθετον λύσαντε βοείας,
νῆα δ᾽ ἔπειτα θοὴν μὲν ἐπ᾽ ἠπείρου ἐρύσασθε,
ἐκ δὲ κτήμαθ᾽ ἕλεσθε καὶ ἔντεα νηὸς ἐίσης
490καὶ βωμὸν ποιήσατ᾽ ἐπὶ ῥηγμῖνι θαλάσσης:
πῦρ δ᾽ ἐπικαίοντες ἐπί τ᾽ ἄλφιτα λευκὰ θύοντες
εὔχεσθαι δὴ ἔπειτα παριστάμενοι περὶ βωμόν.
ὡς μὲν ἐγὼ τὸ πρῶτον ἐν ἠεροειδέι πόντῳ
εἰδόμενος δελφῖνι θοῆς ἐπὶ νηὸς ὄρουσα,
495ὣς ἐμοὶ εὔχεσθαι Δελφινίῳ: αὐτὰρ βωμὸς
αὐτὸς Δελφίνιος καὶ ἐπόψιος ἔσσεται αἰεί.
δειπνῆσαί τ᾽ ἄρ᾽ ἔπειτα θοῇ παρὰ νηὶ μελαίνῃ
καὶ σπεῖσαι μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.
αὐτὰρ ἐπὴν σίτοιο μελίφρονος ἐξ ἔρον ἧσθε,
500ἔρχεσθαί θ᾽ ἅμ᾽ ἐμοὶ καὶ ἰηπαιήον᾽ ἀείδειν,
εἰς κε χῶρον ἵκησθον, ἵν᾽ ἕξετε πίονα νηόν. ’
ὣς ἔφαθ᾽: οἳ δ᾽ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ᾽ ἐπίθοντο.
ἱστία μὲν πρῶτον κάθεσαν, λῦσαν δὲ βοείας,
ἱστὸν δ᾽ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες:
505ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης.
ἐκ δ᾽ ἁλὸς ἤπειρόνδε θοὴν ἀνὰ νῆ᾽ ἐρύσαντο
ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δ᾽ ἕρματα μακρὰ τάνυσσαν:
καὶ βωμὸν ποίησαν ἐπὶ ῥηγμῖνι θαλάσσης:
πῦρ δ᾽ ἐπικαίοντες ἐπί τ᾽ ἄλφιτα λευκὰ θύοντες
510εὔχονθ᾽, ὡς ἐκέλευε, παριστάμενοι περὶ βωμόν.
δόρπον ἔπειθ᾽ εἵλοντο θοῇ παρὰ νηὶ μελαίνῃ
καὶ σπεῖσαν μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
βάν ῥ᾽ ἴμεν: ἦρχε δ᾽ ἄρα σφιν ἄναξ Διὸς υἱὸς Ἀπόλλων,
515φόρμιγγ᾽ ἐν χείρεσσιν ἔχων, ἐρατὸν κιθαρίζων,
καλὰ καὶ ὕψι βιβάς: οἳ δὲ ῥήσσοντες ἕποντο
Κρῆτες πρὸς Πυθὼ καὶ ἰηπαιήον᾽ ἄειδον,
οἷοί τε Κρητῶν παιήονες, οἷσί τε Μοῦσα
ἐν στήθεσσιν ἔθηκε θεὰ μελίγηρυν ἀοιδήν.
520ἄκμητοι δὲ λόφον προσέβαν ποσίν, αἶψα δ᾽ ἵκοντο
Παρνησὸν καὶ χῶρον ἐπήρατον, ἔνθ᾽ ἄρ᾽ ἔμελλον
οἰκήσειν πολλοῖσι τετιμένοι ἀνθρώποισι:
δεῖξε δ᾽ ἄγων ἄδυτον ζάθεον καὶ πίονα νηόν.
τῶν δ᾽ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι:
525τὸν καὶ ἀνειρόμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα:
ἄνα, εἰ δὴ τῆλε φίλων καὶ πατρίδος αἴης
ἤγαγες: οὕτω που τῷ σῷ φίλον ἔπλετο θυμῷ:
πῶς καὶ νῦν βιόμεσθα; τό σε φράζεσθαι ἄνωγμεν.
οὔτε τρυγηφόρος ἥδε γ᾽ ἐπήρατος οὔτ᾽ εὐλείμων,
530ὥστ᾽ ἀπό τ᾽ εὖ ζώειν καὶ ἅμ᾽ ἀνθρώποισιν ὀπάζειν.
τοὺς δ᾽ ἐπιμειδήσας προσέφη Διὸς υἱὸς Ἀπόλλων: ‘
νήπιοι ἄνθρωποι, δυστλήμονες, οἳ μελεδῶνας
βούλεσθ᾽ ἀργαλέους τε πόνους καὶ στείνεα θυμῷ:
ῥηίδιον ἔπος ὔμμ᾽ ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω,
535δεξιτερῇ μάλ᾽ ἕκαστος ἔχων ἐν χειρὶ μάχαιραν,
σφάζειν αἰεὶ μῆλα: τὰ δ᾽ ἄφθονα πάντα παρέσται,
ὅσσα τ᾽ ἐμοί κ᾽ ἀγάγωσι περικλυτὰ φῦλ᾽ ἀνθρώπων:
νηὸν δὲ προφύλαχθε, δέδεχθε δὲ φῦλ᾽ ἀνθρώπων
ἐνθάδ᾽ ἀγειρομένων καὶ ἐμὴν ἰθύν τε μάλιστα.
[δείκνυσθε θνητοῖσι: σὺ δὲ φρεσὶ δέξο θέμιστα.
εἰ δέ τις ἀφραδίῃς οὐ πείσεται, ἀλλ᾽ ἀλογήσει]
540ἠέ τι τηΰσιον ἔπος ἔσσεται ἠέ τι ἔργον
ὕβρις θ᾽, θέμις ἐστὶ καταθνητῶν ἀνθρώπων,
ἄλλοι ἔπειθ᾽ ὑμῖν σημάντορες ἄνδρες ἔσονται,
τῶν ὑπ᾽ ἀναγκαίῃ δεδμήσεσθ᾽ ἤματα πάντα.
εἴρηταί τοι πάντα: σὺ δὲ φρεσὶ σῇσι φύλαξαι.’
545καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Λητοῦς υἱέ:
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ᾽ ἀοιδῆς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (Thomas W. Allen, E. E. Sikes, 1904)
load focus English (Hugh G. Evelyn-White)
hide References (1 total)
  • Commentary references to this page (1):
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO DEMETER
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: