τίς τῶν λόγων, ὦ Σόσσιε Σενεκίων, σώσει τὴν ἑαυτοῦ βελτιουμένου πρὸς ἀρετὴν συναίσθησιν, εἰ μηδεμίαν αἱ προκοπαὶ ποιοῦσι τῆς ἀφροσύνης ἄνεσιν, ἀλλ᾽ ἴσῳ σταθμῷ πᾶσιν ἡ κακία περιτιθεμένη 1
μολυβδὶς ὥστε δίκτυον κατέσπασεν;οὐδὲ γὰρ ἐν μουσικοῖς τις ἢ γραμματικοῖς ἐπιδιδοὺς ἂν γνοίη μηδὲν ἐν τῷ μανθάνειν ἀπαρύτων τῆς περὶ ταῦτα ἀμαθίας ἀλλ᾽ ἴσης ἀεὶ τῆς ἀτεχνίας αὐτῷ παρούσης , οὐδὲ κάμνοντι θεραπεία μὴ ποιοῦσα ῥᾳστώνην μηδὲ κουφισμὸν ἁμωσγέπως τοῦ νοσήματος ὑπείκοντος καὶ χαλῶντος αἴσθησιν ἂν
2