leonidas
εἰς τὸ αὐτότὰν ἐκφυγοῦσαν ματρὸς ἐκ κόλπων, ἔτι
ἀφρῷ τε μορμύρουσαν, εὐλεχῆ Κύπριν
ἰδὼν Ἀπελλῆς, κάλλος ἱμερώτατον,
οὐ γραπτόν, ἀλλ᾽ ἔμψυχον ἐξεμάξατο.
εὖ μὲν γὰρ ἄκραις χερσὶν ἐκθλίβει κόμαν,
εὖ δ᾽ ὀμμάτων γαληνὸς ἐκλάμπει πόθος,
καὶ μαζός, ἀκμῆς ἄγγελος, κυδωνιᾷ:
αὐτὰ δ᾽ Ἀθάνα καὶ Διὸς συνευνέτις
φάσουσιν ‘ὦ Ζεῦ, λειπόμεσθα τῇ κρίσει.’