philippus
εἰς τὸ αὐτόΚολχίδα, τὴν ἐπὶ παισὶν ἀλάστορα, τραυλὲ χελιδών,
πῶς ἔτλης τεκέων μαῖαν ἔχειν ἰδίων;
ἧς ἔτι κανθὸς ὕφαιμος ἀπαστράπτει φόνιον πῦρ,
καὶ πολιὸς γενύων ἀφρὸς ἄπο σταλάει:
ἀρτιβρεχὴς δὲ σίδηρος ἐφ᾽ αἵματι. φεῦγε πανώλη
μητέρα, κἀν κηρῷ τεκνοφονοῦσαν ἔτι.