philippus
εἰς τὸ αὐτότίς σοῦ, Κολχὶς ἄθεσμε, συνέγραφεν εἰκόνι θυμόν;
τίς καὶ ἐν εἰδώλῳ βάρβαρον εἰργάσατο;
ἆρ᾽ αἰεὶ διψᾷς βρεφέων φόνον; ἦ τις Ἰήσων
δεύτερος, ἢ Γλαύκη τις πάλι σοι πρόφασις; [p. 240]
ἔρρε, καὶ ἐν κηρῷ παιδοκτόνε. σῶν γὰρ ἀμέτρων
ζήλων † εἰς ἃ θέλεις καὶ γραφὶς αἰσθάνεται.