simias
Σιμίου ᾤον1Κωτίλας
ματέρος
τῆ τόδ᾽ ἄτριον νέον
Δωρίας ἀηδόνος
πρόφρων δὲ θυμῷ δέξο: δἢ; γὰρ ἁγνᾶς
λίγειά μιν κάμ᾽ ἶφι ματρὸς ὠδίς:
τὸ μὲν θεῶν ἐριβόας Ἐρμᾶς ἔκιξε κάρυξ
φῦλ᾽ ἐς βροτῶν, ὑπὸ φίλας ἑλὼν πτεροῖσι ματρός:
ἄνωγε δ᾽ ἐκ μέτρου μονοβάμονος μέγαν πάροιθ᾽ ἀέξειν
ἀριθμὸν εἰς ἄκραν δεκάδ᾽ ἰχνίων κόσμον νέμοντα ῥυθμῶν.
θοῶς δ᾽ ὕπερθεν ῾ὦκα λέχριον φέρων νεῦμα ποδῶν σποράδων πίφαυσκεν
ἴχνει θένων . . ταν παναίολον Πιερίδων μονόδουπον αὐδάν,
θοαῖς ἴς1᾿ αἰόλαις αἰόλαις κῶλ᾽ ἀλλάσσων ὀρσιπόδων ἐλάφων τέκεσσιν:
ταὶ δ᾽ ἀμβρότῳ πόθῳ φίλας ματρὸς ῥώοντ᾽ αἶψα μεθ᾽ ἱμερόεντα μαζόν,
πᾶσαι κραιπνοῖς ὑπὲρ ἄκρων ἱέμεναι ποσὶ λόφων κατ᾽ ἀρθμίας ἴχνος τιθῆνας:
βλαχαὶ δ᾽ οἴων πολυβότων ἀν᾽ ὀρέων νομὸν ἐβαν ταννσφνρων ἐς ἀν᾽ ἄντρα Νυμφῶν:
καί τις ὠμόθυμος ἀμφίπαλτον αἶψ᾽ αὐδὰν θὴρ ἐν κόλπῳ δεξάμενος θαλαμᾶν μυχοιτάτῳ
ῥίμφα πετρόκοιτον ἐκλιπὼν ὄρους1᾿ εὐνάν, ματρὸς πλαγκτὸν μαιόμενος βαλίας ἑλεῖν τέκος:
καἶιτ᾽ ὦκα Βοᾶς ἀκοὰν μεθέπων, ὅγ᾽ ἄφαρ λάσιον νιφοβόλων ἀν᾽ ὀρέων ἔσσυται ἄγκος:
ταῖσι δὴ δαίμων κλυτᾶς ἶσα θοοῖς δονέων ποσὶ πολύπλοκα μετίει μέτρα μολπᾶς. [p. 136]