constantinus
εἰς τὸν σταυρὸν ὃν ἀνέθετο.ἐν τῇ ΛίνδῳΚωνσταντῖνος Ἰωάννου ἠδ᾽ Εὐδοκίης με
τέκνον ἔτευξεν ἀγακλυτόν, ὃν Λίνδος μεγάλαυχος
ἤνεγκε προτέρης γενεῆς προφερέστερον ἄνδρα,
καὶ πιστὸν θεράποντα σκηπτούχοιο Λέοντος:
ᾧ Ἀλέξανδρος ἀδελφὸς ἰδ᾽ υἱὸς Κωνσταντῖνος
σκῆπτρα θεοστήρικτα συνεξαγέτην βασιλείης.